호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆ ἆ, σίγα:? κρυπτὰν βάσιν αἰσθάνομαι τάνδε γυναικῶν. πᾷ πόδ ἐπᾴξας σαρκῶν ὀστέων τ ἐμπλησθῶ, θοίναν ἀγρίων θηρῶν τιθέμενος, ἀρνύμενος λώβαν λύμας ἀντίποιν ἐμᾶς· ὦ τάλας. ποῖ πᾷ φέρομαι τέκν ἔρημα λιπὼν Βάκχαις Αἵδου διαμοιρᾶσαι, σφακτά, κυσίν τε φοινίαν δαῖτ ἀνή- μερον τ οὐρείαν ἐκβολάν· πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ, ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기