호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὤμοι ἐγώ, πᾷ βῶ, πᾷ στῶ, πᾷ κέλσω·? τετράποδος βάσιν θηρὸς ὀρεστέρου τιθέμενος ἐπίχειρα κατ ἴχνος· ποίαν ἢ ταύταν ἢ τάνδ ἐξαλλάξω, τὰς ἀνδροφόνους μάρψαι χρῄζων Ἰλιάδας, αἵ με διώλεσαν· τάλαιναι κόραι τάλαιναι Φρυγῶν, ὦ κατάρατοι, ποῖ καί με φυγᾷ πτώσσουσι μυχῶν· εἴθε μοι ὀμμάτων αἱματόεν βλέφαρον ἀκέσαι ἀκέσαιο τυφλόν, Ἅλιε, φέγγος ἐπαλλάξας. ἆ ἆ, σίγα: κρυπτὰν βάσιν αἰσθάνομαι τάνδε γυναικῶν. πᾷ πόδ ἐπᾴξας σαρκῶν ὀστέων τ ἐμπλησθῶ, θοίναν ἀγρίων θηρῶν τιθέμενος, ἀρνύμενος λώβαν λύμας ἀντίποιν ἐμᾶς· ὦ τάλας. ποῖ πᾷ φέρομαι τέκν ἔρημα λιπὼν Βάκχαις Αἵδου διαμοιρᾶσαι, σφακτά, κυσίν τε φοινίαν δαῖτ ἀνή- μερον τ οὐρείαν ἐκβολάν· πᾷ στῶ, πᾷ κάμψω, πᾷ βῶ, ναῦς ὅπως ποντίοις πείσμασιν, λινόκροκον φᾶρος στέλλων, ἐπὶ τάνδε συθεὶς τέκνων ἐμῶν φύλαξ ὀλέθριον κοίταν· ὦ τλῆμον, ὥς σοι δύσφορ εἴργασται κακά:
δράσαντι δ αἰσχρὰ δεινὰ τἀπιτίμια. δαίμων ἔδωκεν ὅστις ἐστί σοι βαρύς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기