호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλίμενόν τις ὡς εἰς ἄντλον πεσὼν λέχριος ἐκπεσῇ φίλας καρδίας, ἀμέρσας βίοτον.? τὸ γὰρ ὑπέγγυον Δίκᾳ καὶ θεοῖσιν οὐ συμπίτνει: ὀλέθριον ὀλέθριον κακόν. ψεύσει ς ὁδοῦ τῆσδ ἐλπὶς ἥ ς ἐπήγαγεν θανάσιμον πρὸς Αἵδαν, ἰὼ τάλας: ἀπολέμῳ δὲ χειρὶ λείψεις βίον. ἔσωθεν ὤμοι, τυφλοῦμαι φέγγος ὀμμάτων τάλας. ἠκούσατ ἀνδρὸς Θρῃκὸς οἰμωγήν, φίλαι· ὤμοι μάλ αὖθις, τέκνα, δυστήνου σφαγῆς. φίλαι, πέπρακται καίν ἔσω δόμων κακά. ἀλλ οὔτι μὴ φύγητε λαιψηρῷ ποδί: βάλλων γὰρ οἴκων τῶνδ ἀναρρήξω μυχούς. ἰδού, βαρείας χειρὸς ὁρμᾶται βέλος. βούλεσθ ἐπεσπέσωμεν· ὡς ἀκμὴ καλεῖ Ἑκάβῃ παρεῖναι Τρῳάσιν τε συμμάχους. ἄρασσε, φείδου μηδέν, ἐκβάλλων πύλας: οὐ γάρ ποτ ὄμμα λαμπρὸν ἐνθήσεις κόραις, οὐ παῖδας ὄψῃ ζῶντας οὓς ἔκτειν ἐγώ. ἦ γὰρ καθεῖλες Θρῇκα, καὶ κρατεῖς, ξένον, δέσποινα, καὶ δέδρακας οἱά῀περ λέγεις· ὄψῃ νιν αὐτίκ ὄντα δωμάτων πάρος τυφλὸν τυφλῷ στείχοντα παραφόρῳ ποδί, παίδων τε δισσῶν σώμαθ, οὓς ἔκτειν ἐγὼ σὺν ταῖς ἀρίσταις Τρῳάσιν: δίκην δέ μοι δέδωκε. χωρεῖ δ, ὡς ὁρᾷς, ὅδ ἐκ δόμων. ἀλλ ἐκποδὼν ἄπειμι κἀποστήσομαι θυμῷ ῥέοντι Θρῃκὶ δυσμαχωτάτῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기