호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ τλῆμον, ὥς σε πολυπονωτάτην βροτῶν δαίμων ἔθηκεν ὅστις ἐστί σοι βαρύς.? ἀλλ εἰσορῶ γὰρ τοῦδε δεσπότου δέμας Ἀγαμέμνονος, τοὐνθένδε σιγῶμεν, φίλαι. Ἑκάβη, τί μέλλεις παῖδα σὴν κρύπτειν τάφῳ ἐλθοῦς, ἐφ οἷσπερ Ταλθύβιος ἤγγειλέ μοι μὴ θιγγάνειν σῆς μηδέν Ἀργείων κόρης· ἡμεῖς μὲν οὖν εἰῶμεν οὐδ ἐψαύομεν: σὺ δὲ σχολάζεις, ὥστε θαυμάζειν ἐμέ. ἥκω δ ἀποστελῶν σε: τἀκεῖθεν γὰρ εὖ πεπραγμέν ἐστίν - εἴ τι τῶνδ ἐστὶν καλῶς. ἐά: τίν ἄνδρα τόνδ ἐπὶ σκηναῖς ὁρῶ θανόντα Τρώων· οὐ γὰρ Ἀργεῖον πέπλοι δέμας περιπτύσσοντες ἀγγέλλουσί μοι. δύστην, ἐμαυτὴν γὰρ λέγω λέγουσα σέ, Ἑκάβη, τί δράσω· πότερα προσπέσω γόνυ Ἀγαμέμνονος τοῦδ ἢ φέρω σιγῇ κακά· τί μοι προσώπῳ νῶτον ἐγκλίνασα σὸν δύρῃ, τὸ πραχθὲν δ οὐ λέγεις· - τίς ἔσθ ὅδε· ἀλλ, εἴ με δούλην πολεμίαν θ ἡγούμενος γονάτων ἀπώσαιτ, ἄλγος ἂν προσθείμεθ ἄν. οὔτοι πέφυκα μάντις, ὥστε μὴ κλύων ἐξιστορῆσαι σῶν ὁδὸν βουλευμάτων. ἆρ ἐκλογίζομαί γε πρὸς τὸ δυσμενὲς μᾶλλον φρένας τοῦδ, ὄντος οὐχὶ δυσμενοῦς· εἴ τοί με βούλῃ τῶνδε μηδὲν εἰδέναι, ἐς ταὐτὸν ἥκεις: καὶ γὰρ οὐδ ἐγὼ κλύειν. οὐκ ἂν δυναίμην τοῦδε τιμωρεῖν ἄτερ τέκνοισι τοῖς ἐμοῖσι. τί στρέφω τάδε· τολμᾶν ἀνάγκη, κἂν τύχω κἂν μὴ τύχω. - Ἀγάμεμνον, ἱκετεύω σε τῶνδε γουνάτων καὶ σοῦ γενείου δεξιᾶς τ εὐδαίμονος . . . τί χρῆμα μαστεύουσα· μῶν ἐλεύθερον αἰῶνα θέσθαι· ῥᾴδιον γάρ ἐστί σοι. οὐ δῆτα: τοὺς κακοὺς δὲ τιμωρουμένη αἰῶνα τὸν σύμπαντα δουλεύειν θέλω. καὶ δὴ τίν ἡμᾶς εἰς ἐπάρκεσιν καλεῖς· οὐδέν τι τούτων ὧν σὺ δοξάζεις, ἄναξ. - ὁρᾷς νεκρὸν τόνδ, οὗ καταστάζω δάκρυ· ὁρῶ: τὸ μέντοι μέλλον οὐκ ἔχω μαθεῖν. τοῦτόν ποτ ἔτεκον κἄφερον ζώνης ὕπο. ἔστιν δὲ τίς σῶν οὗτος, ὦ τλῆμον, τέκνων· οὐ τῶν θανόντων Πριαμιδῶν ὑπ Ἰλίῳ. ἦ γάρ τιν ἄλλον ἔτεκες ἢ κείνους, γύναι· ἀνόνητά γ, ὡς ἐοίκε, τόνδ ὃν εἰσορᾷς. ποῦ δ ὢν ἐτύγχαν, ἡνίκ ὤλλυτο πτόλις· πατήρ νιν ἐξέπεμψεν ὀρρωδῶν θανεῖν. ποῖ τῶν τότ ὄντων χωρίσας τέκνων μόνον· ἐς τήνδε χώραν, οὗπερ ηὑρέθη θανών. πρὸς ἄνδρ ὃς ἄρχει τῆσδε Πολυμήστωρ χθονός· ἐνταῦθ ἐπέμφθη πικροτάτου χρυσοῦ φύλαξ. θνῄσκει δὲ πρὸς τοῦ καὶ τίνος πότμου τυχών· τίνος γ ὑπ ἄλλου· Θρῄξ νιν ὤλεσε ξένος. ὦ τλῆμον: ἦ που χρυσὸν ἠράσθη λαβεῖν· τοιαῦτ, ἐπειδὴ συμφορὰν ἔγνω Φρυγῶν. ηὑρ῀ες δὲ ποῦ νιν· ἢ τίς ἤνεγκεν νεκρόν· ἥδ, ἐντυχοῦσα ποντίας ἀκτῆς ἔπι. τοῦτον ματεύους ἢ πονοῦς ἄλλον πόνον· λούτρ ᾤχετ οἴσους ἐξ ἁλὸς Πολυξένῃ. κτανών νιν, ὡς ἐοίκεν, ἐκβάλλει ξένος. θαλασσόπλαγκτόν γ, ὧδε διατεμὼν χρόα. ὦ σχετλία σὺ τῶν ἀμετρήτων πόνων. ὄλωλα κοὐδὲν λοιπόν, Ἀγάμεμνον, κακῶν. φεῦ φεῦ: τίς οὕτω δυστυχὴς ἔφυ γυνή· οὐκ ἔστιν, εἰ μὴ τὴν Τύχην αὐτὴν λέγοις. ἀλλ ὧνπερ οὕνεκ ἀμφὶ σὸν πίπτω γόνυ ἄκουσον. εἰ μὲν ὅσιά σοι παθεῖν δοκῶ, στέργοιμ ἄν: εἰ δὲ τοὔμπαλιν, σύ μοι γενοῦ τιμωρὸς ἀνδρός, ἀνοσιωτάτου ξένου, ὃς οὔτε τοὺς γῆς νέρθεν οὔτε τοὺς ἄνω δείσας δέδρακεν ἔργον ἀνοσιώτατον, κοινῆς τραπέζης πολλάκις τυχὼν ἐμοί, ξενίας τ ἀριθμῷ πρῶτ ἔχων ἐμῶν φίλων, τυχὼν δ ὅσων δεῖ - . καὶ λαβὼν προμηθίαν ἔκτεινε: τύμβου δ, εἰ κτανεῖν ἐβούλετο, οὐκ ἠξίωσεν, ἀλλ ἀφῆκε πόντιον. ἡμεῖς μὲν οὖν δοῦλοί τε κἀσθενεῖς ἴσως:
ἀλλ οἱ θεοὶ σθένουσι χὡ κείνων κρατῶν Νόμος: νόμῳ γὰρ τοὺς θεοὺς ἡγούμεθα καὶ ζῶμεν ἄδικα καὶ δίκαι ὡρισμένοι: ὃς ἐς ς ἀνελθὼν εἰ διαφθαρήσεται, καὶ μὴ δίκην δώσουσιν οἵτινες ξένους κτείνουσιν ἢ θεῶν ἱερὰ τολμῶσιν φέρειν, οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον. ταῦτ οὖν ἐν αἰσχρῷ θέμενος αἰδέσθητί με: οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τ ἀποσταθεὶς ἰδοῦ με κἀνάθρησον οἷ ἔχω κακά. τύραννος ἦ ποτ, ἀλλὰ νῦν δούλη σέθεν, εὔπαις ποτ οὖσα, νῦν δὲ γραῦς ἄπαις θ ἅμα, ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν . . . οἴμοι τάλαινα, ποῖ μ ὑπεξάγεις πόδα·
ἐοίκα πράξειν οὐδέν: ὦ τάλαιν ἐγώ. τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν μισθοὺς διδόντες μανθάνειν, ἵν ἦν ποτε πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ ἅμα· πῶς οὖν ἔτ ἄν τις ἐλπίσαι πράξειν καλῶς· οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ εἰσί μοι, αὕτη δ ἐπ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι: καπνὸν δὲ πόλεως τόνδ ὑπερθρῴσκονθ ὁρῶ. καὶ μήν - ἴσως μὲν τοῦ λόγου κενὸν τόδε, Κύπριν προβάλλειν:
ἀλλ ὅμως εἰρήσεται: πρὸς σοῖσι πλευροῖς παῖς ἐμὴ κοιμίζεται ἡ φοιβάς, ἣν καλοῦσι Κασάνδραν Φρύγες. ποῦ τὰς φίλας δῆτ εὐφρόνας δείξεις, ἄναξ, ἢ τῶν ἐν εὐνῇ φιλτάτων ἀσπασμάτων χάριν τίν ἕξει παῖς ἐμή, κείνης δ ἐγώ· ἐκ τοῦ σκότου τε τῶν τε νυκτερησίων φίλτρων μεγίστη γίγνεται βροτοῖς χάρις. ἄκουε δή νυν: τὸν θανόντα τόνδ ὁρᾷς· τοῦτον καλῶς δρῶν ὄντα κηδεστὴν σέθεν δράσεις. ἑνός μοι μῦθος ἐνδεὴς ἔτι. εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει ἢ Δαιδάλου τέχναισιν ἢ θεῶν τινος, ὡς πάνθ ὁμαρτῇ σῶν ἔχοιντο γουνάτων κλαίοντ, ἐπισκήπτοντα παντοίους λόγους. ὦ δέσποτ, ὦ μέγιστον Ἕλλησιν φάος, πιθοῦ, παράσχες χεῖρα τῇ πρεσβύτιδι τιμωρόν, εἰ καὶ μηδέν ἐστιν, ἀλλ ὅμως. ἐσθλοῦ γὰρ ἀνδρὸς τῇ δίκῃ θ ὑπηρετεῖν καὶ τοὺς κακοὺς δρᾶν πανταχοῦ κακῶς ἀεί. δεινόν γε, θνητοῖς ὡς ἅπαντα συμπίτνει, καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν, φίλους τιθέντες τούς γε πολεμιωτάτους ἐχθρούς τε τοὺς πρὶν εὐμενεῖς ποιούμενοι. ἐγὼ σὲ καὶ σὸν παῖδα καὶ τύχας σέθεν, Ἑκάβη, δι οἴκτου χεῖρά θ ἱκεσίαν ἔχω, καὶ βούλομαι θεῶν θ οὕνεκ ἀνόσιον ξένον καὶ τοῦ δικαίου τήνδε σοι δοῦναι δίκην, εἴ πως φανείη γ ὥστε σοί τ ἔχειν καλῶς, στρατῷ τε μὴ δόξαιμι Κασάνδρας χάριν Θρῄκης ἄνακτι τόνδε βουλεῦσαι φόνον. ἔστιν γὰρ ᾗ ταραγμὸς ἐμπέπτωκέ μοι: - Τὸν ἄνδρα τοῦτον φίλιον ἡγεῖται στρατός, τὸν κατθανόντα δ ἐχθρόν: εἰ δὲ σοὶ φίλος ὅδ ἐστί, χωρὶς τοῦτο κοὐ κοινὸν στρατῷ. - πρὸς ταῦτα φρόντιζ: ὡς θέλοντα μέν μ ἔχεις σοὶ ξυμπονῆσαι καὶ ταχὺν προσαρκέσαι, βραδὺν δ, Ἀχαιοῖς εἰ διαβληθήσομαι. φεῦ.
οὐκ ἔστι θνητῶν ὅστις ἔστ ἐλεύθερος: ἢ χρημάτων γὰρ δοῦλός ἐστιν ἢ τύχης, ἢ πλῆθος αὐτὸν πόλεος ἢ νόμων γραφαὶ εἴργουσι χρῆσθαι μὴ κατὰ γνώμην τρόποις. ἐπεὶ δὲ ταρβεῖς τῷ τ ὄχλῳ πλέον νέμεις, ἐγώ σε θήσω τοῦδ ἐλεύθερον φόβου. σύνισθι μὲν γάρ, ἤν τι βουλεύσω κακὸν τῷ τόνδ ἀποκτείναντι, συνδράσῃς δὲ μή. ἢν δ ἐξ Ἀχαιῶν θόρυβος ἢ πικουρία πάσχοντος ἀνδρὸς Θρῃκὸς οἱᾶ πείσεται φανῇ τις, εἶργε μὴ δοκῶν ἐμὴν χάριν. τὰ δ ἄλλα - θάρσει - πάντ ἐγὼ θήσω καλῶς. πῶς οὖν· τί δράσεις· πότερα φάσγανον χερὶ λαβοῦσα γραίᾳ φῶτα βάρβαρον κτενεῖς, ἢ φαρμάκοισιν ἢ πικουρίᾳ τινί· τίς σοι ξυνέσται χείρ· πόθεν κτήσῃ φίλους· στέγαι κεκεύθας αἵδε Τρῳάδων ὄχλον. τὰς αἰχμαλώτους εἶπας, Ἑλλήνων ἄγραν· σὺν ταῖσδε τὸν ἐμὸν φονέα τιμωρήσομαι. καὶ πῶς γυναιξὶν ἀρσένων ἔσται κράτος· δεινὸν τὸ πλῆθος σὺν δόλῳ τε δύσμαχον. δεινόν: τὸ μέντοι θῆλυ μέμφομαι γένος. τί δ· οὐ γυναῖκες εἷλον Αἰγύπτου τέκνα καὶ Λῆμνον ἄρδην ἀρσένων ἐξῴκισαν· ἀλλ ὣς γενέσθω: τόνδε μὲν μέθες λόγον, πέμψον δέ μοι τήνδ ἀσφαλῶς διὰ στρατοῦ γυναῖκα. - καὶ σὺ Θρῃκὶ πλαθεῖσα ξένῳ λέξον: Καλεῖ ς ἄνασσα δή ποτ Ἰλίου Ἑκάβη, σὸν οὐκ ἔλασσον ἢ κείνης χρέος, καὶ παῖδας: ὡς δεῖ καὶ τέκν εἰδέναι λόγους τοὺς ἐξ ἐκείνης. - τὸν δὲ τῆς νεοσφαγοῦς Πολυξένης ἐπίσχες, Ἀγάμεμνον, τάφον, ὡς τώδ ἀδελφὼ πλησίον μιᾷ φλογί, δισσὴ μέριμνα μητρί, κρυφθῆτον χθονί. ἔσται τάδ οὕτω: καὶ γὰρ εἰ μὲν ἦν στρατῷ πλοῦς, οὐκ ἂν εἶχον τήνδε σοι δοῦναι χάριν: νῦν δ, οὐ γὰρ ἱής οὐρίους πνοὰς θεός, μένειν ἀνάγκη πλοῦν ὁρῶντ ἐς ἥσυχον. γένοιτο δ εὖ πως: πᾶσι γὰρ κοινὸν τόδε, ἰδίᾳ θ ἑκάστῳ καὶ πόλει, τὸν μὲν κακὸν κακόν τι πάσχειν, τὸν δὲ χρηστὸν εὐτυχεῖν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기