호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
περί μοι στέρνοις στέρνα πρόσαψον, σύγγονε φίλτατε:? διὰ γὰρ ζευγνῦς ἡμᾶς πατρίων μελάθρων μητρὸς φόνιοι κατάραι. βάλε, πρόσπτυξον σῶμα: θανόντος δ ὡς ἐπὶ τύμβῳ καταθρήνησον. φεῦ φεῦ: δεινὸν τόδ ἐγηρύσω καὶ θεοῖσι κλύειν. ἔνι γὰρ κἀμοὶ τοῖς τ οὐρανίδαις οἶκτοι θνητῶν πολυμόχθων. οὐκέτι ς ὄψομαι. οὐδ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω. τάδε λοίσθιά μοι προσφθέγματά σου. ὦ χαῖρε, πόλις: χαίρετε δ ὑμεῖς πολλά, πολίτιδες. ὦ πιστοτάτη, στείχεις ἤδη· στείχω βλέφαρον τέγγους ἁπαλόν. Πυλάδη, χαίρων ἴθι, νυμφεύου δέμας Ἠλέκτρας. τοῖσδε μελήσει γάμος: ἀλλὰ κύνας τάσδ ὑποφεύγων στεῖχ ἐπ Ἀθηνῶν: δεινὸν γὰρ ἴχνος βάλλους ἐπὶ σοὶ χειροδράκοντες χρῶτα κελαιναί, δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι: νὼ δ ἐπὶ πόντον Σικελὸν σπουδῇ σῴσοντε νεῶν πρῴρας ἐνάλους. διὰ δ αἰθερίας στείχοντε πλακὸς τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν, οἷσιν δ ὅσιον καὶ τὸ δίκαιον φίλον ἐν βιότῳ, τούτους χαλεπῶν ἐκλύοντες μόχθων σῴζομεν. οὕτως ἀδικεῖν μηδεὶς θελέτω μηδ ἐπιόρκων μέτα συμπλείτω: θεὸς ὢν θνητοῖς ἀγορεύω. χαίρετε: χαίρειν δ ὅστις δύναται καὶ ξυντυχίᾳ μή τινι κάμνει θνητῶν, εὐδαίμονα πράσσει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기