호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς τὰς ὑμετέρας ἡμῖν πελάθειν·? θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις. κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι· καὶ σοί: Φοίβῳ τήνδ ἀναθήσω πρᾶξιν φονίαν. πῶς ὄντε θεὼ τῆσδέ τ ἀδελφὼ τῆς καπφθιμένης οὐκ ἠρκέσατον κῆρας μελάθροις· μοῖρά τ ἀνάγκης ἦγ ἐς τὸ χρεών, Φοίβου τ ἄσοφοι γλώσσης ἐνοπαί. τίς δ ἔμ Ἀπόλλων, ποῖοι χρησμοὶ φονίαν ἔδοσαν μητρὶ γενέσθαι· κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι, μία δ ἀμφοτέρους ἄτη πατέρων διέκναισεν. ὦ σύγγονέ μοι, χρονίαν ς ἐσιδὼν τῶν σῶν εὐθὺς φίλτρων στέρομαι καὶ ς ἀπολείψω σοῦ λειπόμενος. πόσις ἔστ αὐτῇ καὶ δόμος: οὐχ ἥδ οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει πόλιν Ἀργείων. καὶ τίνες ἄλλαι στοναχαὶ μείζους ἢ γῆς πατρίας ὁρ´ον ἐκλείπειν· ἀλλ ἐγὼ οἴκων ἔξειμι πατρὸς καὶ ἐπ ἀλλοτρίαις ψήφοισι φόνον μητρὸς ὑφέξω. θάρσει: Παλλάδος ὁσίαν ἥξεις πόλιν: ἀλλ ἀνέχου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기