- 텍스트

Euripides, episode, anapests

(에우리피데스, episode, anapests)

ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς τὰς ὑμετέρας ἡμῖν πελάθειν·? θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις. κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι· καὶ σοί: Φοίβῳ τήνδ ἀναθήσω πρᾶξιν φονίαν. πῶς ὄντε θεὼ τῆσδέ τ ἀδελφὼ τῆς καπφθιμένης οὐκ ἠρκέσατον κῆρας μελάθροις· μοῖρά τ ἀνάγκης ἦγ ἐς τὸ χρεών, Φοίβου τ ἄσοφοι γλώσσης ἐνοπαί. τίς δ ἔμ Ἀπόλλων, ποῖοι χρησμοὶ φονίαν ἔδοσαν μητρὶ γενέσθαι· κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι, μία δ ἀμφοτέρους ἄτη πατέρων διέκναισεν. ὦ σύγγονέ μοι, χρονίαν ς ἐσιδὼν τῶν σῶν εὐθὺς φίλτρων στέρομαι καὶ ς ἀπολείψω σοῦ λειπόμενος. πόσις ἔστ αὐτῇ καὶ δόμος: οὐχ ἥδ οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει πόλιν Ἀργείων. καὶ τίνες ἄλλαι στοναχαὶ μείζους ἢ γῆς πατρίας ὁρ´ον ἐκλείπειν· ἀλλ ἐγὼ οἴκων ἔξειμι πατρὸς καὶ ἐπ ἀλλοτρίαις ψήφοισι φόνον μητρὸς ὑφέξω. θάρσει: Παλλάδος ὁσίαν ἥξεις πόλιν: ἀλλ ἀνέχου. περί μοι στέρνοις στέρνα πρόσαψον, σύγγονε φίλτατε: διὰ γὰρ ζευγνῦς ἡμᾶς πατρίων μελάθρων μητρὸς φόνιοι κατάραι. βάλε, πρόσπτυξον σῶμα: θανόντος δ ὡς ἐπὶ τύμβῳ καταθρήνησον. φεῦ φεῦ: δεινὸν τόδ ἐγηρύσω καὶ θεοῖσι κλύειν. ἔνι γὰρ κἀμοὶ τοῖς τ οὐρανίδαις οἶκτοι θνητῶν πολυμόχθων. οὐκέτι ς ὄψομαι. οὐδ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω. τάδε λοίσθιά μοι προσφθέγματά σου. ὦ χαῖρε, πόλις: χαίρετε δ ὑμεῖς πολλά, πολίτιδες. ὦ πιστοτάτη, στείχεις ἤδη· στείχω βλέφαρον τέγγους ἁπαλόν. Πυλάδη, χαίρων ἴθι, νυμφεύου δέμας Ἠλέκτρας. τοῖσδε μελήσει γάμος: ἀλλὰ κύνας τάσδ ὑποφεύγων στεῖχ ἐπ Ἀθηνῶν: δεινὸν γὰρ ἴχνος βάλλους ἐπὶ σοὶ χειροδράκοντες χρῶτα κελαιναί, δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι: νὼ δ ἐπὶ πόντον Σικελὸν σπουδῇ σῴσοντε νεῶν πρῴρας ἐνάλους. διὰ δ αἰθερίας στείχοντε πλακὸς τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν, οἷσιν δ ὅσιον καὶ τὸ δίκαιον φίλον ἐν βιότῳ, τούτους χαλεπῶν ἐκλύοντες μόχθων σῴζομεν. οὕτως ἀδικεῖν μηδεὶς θελέτω μηδ ἐπιόρκων μέτα συμπλείτω: θεὸς ὢν θνητοῖς ἀγορεύω. χαίρετε: χαίρειν δ ὅστις δύναται καὶ ξυντυχίᾳ μή τινι κάμνει θνητῶν, εὐδαίμονα πράσσει.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION