호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σοὶ μὲν τάδ’ εἶπον· τόνδε δ’ Αἰγίσθου νέκυν Ἄργουσ πολῖται γῆσ καλύψουσιν τάφῳ. μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν Μενέλαοσ, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα, Ἑλένη τε θάψει· Πρωτέωσ γὰρ ἐκ δόμων ἥκει λιποῦσ’ Αἴγυπτον οὐδ’ ἦλθεν Φρύγασ· Ζεὺσ δ’, ὡσ ἔρισ γένοιτο καὶ φόνοσ βροτῶν, εἴδωλον Ἑλένησ ἐξέπεμψ’ ἐσ Ἴλιον. Πυλάδησ μὲν οὖν κόρην τε καὶ δάμαρτ’ ἔχων Ἀχαιίδοσ γῆσ οἴκαδ’ ἐσπορευέτω, καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω Φωκέων ἐσ αἰᾶν καὶ δότω πλούτου βάροσ· σὺ δ’ Ἰσθμίασ γῆσ αὐχέν’ ἐμβαίνω ποδὶ χώρει πρὸσ ὄχθον Κεκροπίασ εὐδαίμονα. πεπρωμένην γὰρ μοῖραν ἐκπλήσασ φόνου εὐδαιμονήσεισ τῶνδ’ ἀπαλλαχθεὶσ πόνων.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기