호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.? ἴσαι δέ ς ἐκσῴζουσι μὴ θανεῖν δίκῃ ψῆφοι τεθεῖσαι: Λοξίας γὰρ αἰτίαν ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον. καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται, νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντ ἀεί. δειναὶ μὲν οὖν θεαὶ τῷδ ἄχει πεπληγμέναι πάγον παρ αὐτὸν χάσμα δύσονται χθονός, σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον: σὲ δ Ἀρκάδων χρὴ πόλιν ἐπ Ἀλφειοῦ ῥοαῖς οἰκεῖν Λυκαίου πλησίον σηκώματος: ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기