호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰώ, βασίλεια γύναι χθονὸς Ἀργείας, παῖ Τυνδάρεω, καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν Διός, οἳ φλογερὰν αἰθέρ ἐν ἄστροις ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις τιμὰς σωτῆρας ἔχοντες:? χαῖρε, σεβίζω ς ἴσα καὶ μάκαρας πλούτου μεγάλης τ εὐδαιμονίας. τὰς σὰς δὲ τύχας θεραπεύεσθαι καιρός. <χαῖρ,> ὦ βασίλεια. ἔκβητ ἀπήνης, Τρῳάδες, χειρὸς δ ἐμῆς λάβεσθ, ἵν ἔξω τοῦδ ὄχου στήσω πόδα. σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς ἐξαίρετ, ἀντὶ παιδὸς ἣν ἀπώλεσα σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις. οὔκουν ἐγώ - δούλη γὰρ ἐκβεβλημένη δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους - μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός· δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει. τί δ· αἰχμάλωτόν τοί μ ἀπῴκισας δόμων, ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα, ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι. τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα ἐς οὓς ἐχρῆν ἥκιστ ἐβούλευσεν φίλων. λέξω δὲ . . . καίτοι δόξ ὅταν λάβῃ κακὴ γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις. ὡς μὲν παρ ἡμῖν, οὐ καλῶς: τὸ πρᾶγμα δὲ μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ, στυγεῖν δίκαιον: εἰ δὲ μή, τί δεῖ στυγεῖν· ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί, οὐχ ὥστε θνῄσκειν, οὐδ ἃ γειναίμην ἐγώ. κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως λέκτροισι πείσας ᾤχετ ἐκ δόμων ἄγων πρυμνοῦχον Αὖλιν, ἔνθ ὑπερτείνας πυρᾶς λευκὴν διήμης Ἰφιγόνης παρηΐδα. κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος, ἢ δῶμ ὀνήσων τἄλλα τ ἐκσῴζων τέκνα, ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστ ἂν ἦν: νῦν δ οὕνεχ Ἑλένη μάργος ἦν ὅ τ αὖ λαβὼν ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο, τούτων ἕκατι παῖδ ἐμὴν διώλεσεν. ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη οὐκ ἠγριώμην οὐδ ἂν ἔκτανον πόσιν: ἀλλ ἦλθ ἔχων μοι μαινάδ ἔνθεον κόρην λέκτροις τ ἐπεισέφρηκε, καὶ νύμφα δύο ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν. μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω:
ὅταν δ, ὑπόντος τοῦδ, ἁμαρτάνῃ πόσις τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον. κἄπειτ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται, οἱ δ αἴτιοι τῶνδ οὐ κλύους ἄνδρες κακῶς. εἰ δ ἐκ δόμων ἡρ´παστο Μενέλεως λάθρᾳ, κτανεῖν μ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν Μενέλαον ὡς σώσαιμι· σὸς δὲ πῶς πατὴρ ἠνέσχετ ἂν ταῦτ· εἶτα τὸν μὲν οὐ θανεῖν κτείνοντα χρῆν τἄμ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν· ἔκτειν, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι· λέγ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ, ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως. δίκαι ἔλεξας: ἡ δίκη δ αἰσχρῶς ἔχει. γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει, ἥτις φρενήρης: ᾗ δὲ μὴ δοκεῖ τάδε, οὐδ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων. μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν. καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον. ἆρα κλύουσα, μῆτερ, εἶτ ἔρξεις κακῶς· οὐκ ἔστι, τῇ σῇ δ ἡδὺ προσθήσω φρενί. λέγοιμ ἄν:
ἀρχὴ δ ἥδε μοι προοιμίου: εἴθ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας. τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν Ἑλένης τε καὶ σοῦ, δύο δ ἔφυτε συγγόνω, ἄμφω ματαίω Κάστορός τ οὐκ ἀξίω. ἣ μὲν γὰρ ἁρπασθεῖς ἑκοῦς ἀπώλετο, σὺ δ ἄνδρ ἄριστον Ἑλλάδος διώλεσας, σκῆψιν προτείνους, ὡς ὑπὲρ τέκνου πόσιν ἔκτεινας: οὐ γάρ ς ὡς ἔγωγ ἴσασιν εὖ. ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς, νέον τ ἀπ οἴκων ἀνδρὸς ἐξωρμημένου, ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης. γυνὴ δ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων ἐς κάλλος ἀσκεῖ, διάγραφ ὡς οὖσαν κακήν. οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν. μόνη δὲ πασῶν οἶδ ἐγὼ ς Ἑλληνίδων, εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην, εἰ δ ἥσσον εἰή, συννεφοῦσαν ὄμματα, Ἀγαμέμνον οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν. καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι: ἄνδρ εἶχες οὐ κακίον Αἰγίσθου πόσιν, ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην: Ἑλένης δ ἀδελφῆς τοιάδ ἐξειργασμένης ἐξῆν κλέος σοι μέγα λαβεῖν: τὰ γὰρ κακὰ παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τ ἔχει. εἰ δ, ὡς λέγεις, σὴν θυγατέρ ἔκτεινεν πατήρ, ἐγὼ τί ς ἠδίκης ἐμός τε σύγγονος·
πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους ἡμῖν προσῆψας, ἀλλ ἐπηνέγκω λέχει τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη· κοὔτ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις, οὔτ ἀντ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ κτείνας ἀδελφῆς ζῶσαν. εἰ δ ἀμείψεται φόνον δικάζων φόνος, ἀποκτενῶ ς ἐγὼ καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι: εἰ γὰρ δίκαι ἐκεῖνα, καὶ τάδ ἔνδικα. ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν γαμεῖ πονηράν, μῶρός ἐστι: μικρὰ γὰρ μεγάλων ἀμείνω σώφρον ἐν δόμοις λέχη. τύχη γυναικῶν ἐς γάμους.
τὰ μὲν γὰρ εὖ, τὰ δ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν. ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί: ἔστιν δὲ καὶ τόδ: οἳ μέν εἰσιν ἀρσένων, οἳ δ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός. συγγνώσομαί σοι: καὶ γὰρ οὐχ οὕτως ἄγαν χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί. σὺ δ ὧδ ἄλουτος καὶ δυσείματος χρόα λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη·
οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων:
ὡς μᾶλλον ἢ χρῆν ἤλας εἰς ὀργὴν πόσιν. ὀψὲ στενάζεις, ἡνίκ οὐκ ἔχεις ἄκη. πατὴρ μὲν οὖν τέθνηκε: τὸν δ ἔξω χθονὸς πῶς οὐ κομίζῃ παῖδ ἀλητεύοντα σόν· δέδοικα: τοὐμὸν δ, οὐχὶ τοὐκείνου, σκοπῶ. πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ. τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις· τρόποι τοιοῦτοι: καὶ σὺ δ αὐθάδης ἔφυς. ἀλγῶ γάρ: ἀλλὰ παύσομαι θυμουμένη. καὶ μὴν ἐκεῖνος οὐκέτ ἔσται σοι βαρύς. φρονεῖ μέγ: ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις. ὁρᾷς· ἀν αὖ σὺ ζωπυρεῖς νείκη νέα. σιγῶ: δέδοικα γάρ νιν ὡς δέδοικ ἐγώ. παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μ ἐκάλεις, τέκνον· ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων: τούτων ὕπερ μοι θῦσον - οὐ γὰρ οἶδ ἐγώ - δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται: τρίβων γὰρ οὐκ εἴμ, ἄτοκος οὖς ἐν τῷ πάρος. ἄλλης τόδ ἔργον, ἥ ς ἔλυσεν ἐκ τόκων. αὐτὴ λόχευον κἄτεκον μόνη βρέφος. οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων· πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους. ἀλλ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον θύσω θεοῖσι: σοὶ δ ὅταν πράξω χάριν τήνδ, εἶμ ἐπ ἀγρὸν οὗ πόσις θυηπολεῖ νύμφαισιν. ἀλλὰ τούσδ ὄχους, ὀπάονες, φάτναις ἄγοντες πρόσθεθ: ἡνίκ ἂν δέ με δοκῆτε θυσίας τῆσδ ἀπηλλάχθαι θεοῖς, πάρεστε: δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν. χώρει πένητας ἐς δόμους: φρούρει δέ μοι μή ς αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους. θύσεις γὰρ οἱᾶ χρή σε δαίμοσιν θύη. κανοῦν δ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς, ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ πληγεῖσα:
νυμφεύσῃ δὲ κἀν Αἵδου δόμοις ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδ ἐγὼ δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기