호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, ὡς νεβρὸς οὐράνιον πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ.? νικᾷ στεφαναφορίαν κρείσσω τοῖς παρ Ἀλφειοῦ ῥεέθροισι τελέσσας κασίγνητος σέθεν: ἀλλ ἐπάειδε καλλίνικον ᾠδὰν ἐμῷ χορῷ. ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας, ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος, νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τ ἐλεύθεροι, ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς. φέρ, οἱᾶ δὴ χω καὶ δόμοι κεύθουσί μου κόμης ἀγάλματ ἐξενέγκωμαι, φίλαι, στέψω τ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기