호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖ ἐχθρῶν γενοῦ - οἴκτιρέ θ ἡμᾶς:? οἰκτρὰ γὰρ πεπόνθαμεν - οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους. Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς - νίκην δὸς ἡμῖν, εἰ δίκαι αἰτούμεθα. δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην. σύ τ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ - καὶ Γαῖ ἄνασσα, χεῖρας ᾗ δίδωμ ἐμὰς - ἄμυν ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις. νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών. οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ - χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας. ἤκουσας, ὦ δείν ἐξ ἐμῆς μητρὸς παθών· πάντ, οἶδ, ἀκούει τάδε πατήρ: στείχειν δ ἀκμή. καί σοι προφωνῶ πρὸς τάδ Αἴγισθον θανεῖν: ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ, τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε: παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει. δόμων ἔσω βᾶς εὐτρεπὲς ποήσομαι. ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν, ὀλολύξεται πᾶν δῶμα: θνῄσκοντος δέ σου τἀναντί ἔσται τῶνδε: ταῦτά σοι λέγω. πάντ οἶδα. πρὸς τάδ ἄνδρα γίγνεσθαί σε χρή.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기