호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶς οὖν ἐκείνην τόνδε τ ἐν ταὐτῷ κτενῶ·? ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι. καὶ μὴν ἐκεῖνά γ ἡ τύχη θήσει καλῶς. ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε. ἔσται τάδ: εὑρίσκεις δὲ μητρὶ πῶς φόνον· λέγ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών: λεχώ μ ἀπάγγελλ οὖσαν ἄρσενος τόκῳ. πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή· δέχ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ. καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον· ἥξει κλύουσα λόχιά μου νοσήματα. πόθεν· τί δ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον· ναί: καὶ δακρύσει γ ἀξίωμ ἐμῶν τόκων. ἴσως: πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε. ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται. καὶ μὴν ἐπ αὐτάς γ εἶσι σῶν δόμων πύλας. οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Αἵδου τόδε· εἰ γὰρ θάνοιμι τοῦτ ἰδὼν ἐγώ ποτε. πρώτιστα μέν νυν τῷδ ὑφήγησαι, γέρον - Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς· ἔπειτ ἀπαντῶν μητρὶ τἀπ ἐμοῦ φράσον. ὥστ αὐτά γ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν. σὸν ἔργον ἤδη: πρόσθεν εἴληχας φόνου. στείχοιμ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ ὁδοῦ. καὶ μὴν ἐγὼ πέμποιμ ἂν οὐκ ἀκουσίως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기