- 텍스트

Euripides, episode, lyric 1:

(에우리피데스, episode, lyric 1:)

εἰε῟ν:? φίλας μὲν ἡδονὰς ἀσπασμάτων ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν. σὺ δ, ὦ γεραιέ - καίριος γὰρ ἤλυθες - λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός· μητέρα τε κοινωνὸν ἀνοσίων γάμων· ἔστιν τί μοι κατ Ἄργος εὐμενὲς φίλων· ἢ πάντ ἀνεσκευάσμεθ, ὥσπερ αἱ τύχαι· τῷ ξυγγένωμαι· νύχιος ἢ καθ ἡμέραν· ποίαν ὁδὸν τραπώμεθ εἰς ἐχθροὺς ἐμούς· ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος. εὑρ´ημα γάρ τοι χρῆμα γίγνεται τόδε, κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ. σὺ δ - ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις οὐδ ἐλλέλοιπας ἐλπίδ - ἴσθι μου κλύων, ἐν χειρὶ τῇ σῇ πάντ ἔχεις καὶ τῇ τύχῃ, πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν. τί δῆτα δρῶντες τοῦδ ἂν ἐξικοίμεθα· κτανὼν Θυέστου παῖδα σήν τε μητέρα. ἥκω πὶ τόνδε στέφανον: ἀλλὰ πῶς λάβω· τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ ἂν εἰ θέλοις. φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων· ἔγνως: φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς. εἰε῟ν: σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον. κἀμοῦ γ ἄκουσον: ἄρτι γάρ μ ἐσῆλθέ τι. ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ ἐγώ. Αἴγισθον εἶδον, ἡνίχ εἱρ῀πον ἐνθάδε. προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις· ἀγρῶν πέλας τῶνδ ἱπποφορβίων ἔπι. τί δρῶνθ· ὁρῶ γὰρ ἐλπίδ ἐξ ἀμηχάνων. Νύμφαις ἐπόρσυν ἔροτιν, ὡς ἔδοξέ μοι. τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου· οὐκ οἶδα πλὴν ἕν: βουσφαγεῖν ὡπλίζετο. πόσων μετ ἀνδρῶν· ἢ μόνος δμώων μέτα· οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ. οὔ πού τις ὅστις γνωριεῖ μ ἰδών, γέρον· δμῶες μέν εἰσιν, οἳ σέ γ οὐκ εἶδόν ποτε. ἡμῖν ἂν εἰε῀ν, εἰ κρατοῖμεν, εὐμενεῖς· δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον. πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ· στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται. ὁδὸν παρ αὐτήν, ὡς ἐοίκ, ἀγροὺς ἔχει· ὅθεν γ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ. πικρόν γε συνθοινάτορ, ἢν θεὸς θέλῃ. τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει. καλῶς ἔλεξας. - ἡ τεκοῦσα δ ἐστὶ ποῦ· Ἄργει: παρέσται δ οὖν πόσει θοίνην ἔπι. τί δ οὐχ ἅμ ἐξωρμᾶτ ἐμὴ μήτηρ πόσει· ψόγον τρέμουσα δημοτῶν ἐλείπετο. ξυνῆχ: ὕποπτος οὖσα γιγνώσκει πόλει. τοιαῦτα: μισεῖται γὰρ ἀνόσιος γυνή.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION