- 텍스트

Euripides, episode, lyric

(에우리피데스, episode, lyric)

ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα, κατέλαμψας, ἔδειξας ἐμφανῆ πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ πατρίων ἀπὸ δωμάτων τάλας ἀλαίνων ἔβα.? θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει νίκαν, ὦ φίλα. ἄνεχε χέρας, ἄνεχε λόγον, ἱεί λιτὰς ἐς θεούς, τύχᾳ σοι τύχᾳ κασίγνητον ἐμβατεῦσαι πόλιν. εἰε῟ν: φίλας μὲν ἡδονὰς ἀσπασμάτων ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν. σὺ δ, ὦ γεραιέ - καίριος γὰρ ἤλυθες - λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός· μητέρα τε κοινωνὸν ἀνοσίων γάμων· ἔστιν τί μοι κατ Ἄργος εὐμενὲς φίλων· ἢ πάντ ἀνεσκευάσμεθ, ὥσπερ αἱ τύχαι· τῷ ξυγγένωμαι· νύχιος ἢ καθ ἡμέραν· ποίαν ὁδὸν τραπώμεθ εἰς ἐχθροὺς ἐμούς· ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος. εὑρ´ημα γάρ τοι χρῆμα γίγνεται τόδε, κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ. σὺ δ - ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις οὐδ ἐλλέλοιπας ἐλπίδ - ἴσθι μου κλύων, ἐν χειρὶ τῇ σῇ πάντ ἔχεις καὶ τῇ τύχῃ, πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν. τί δῆτα δρῶντες τοῦδ ἂν ἐξικοίμεθα· κτανὼν Θυέστου παῖδα σήν τε μητέρα. ἥκω πὶ τόνδε στέφανον: ἀλλὰ πῶς λάβω· τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδ ἂν εἰ θέλοις. φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων· ἔγνως: φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς. εἰε῟ν: σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον. κἀμοῦ γ ἄκουσον: ἄρτι γάρ μ ἐσῆλθέ τι. ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δ ἐγώ. Αἴγισθον εἶδον, ἡνίχ εἱρ῀πον ἐνθάδε. προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις· ἀγρῶν πέλας τῶνδ ἱπποφορβίων ἔπι. τί δρῶνθ· ὁρῶ γὰρ ἐλπίδ ἐξ ἀμηχάνων. Νύμφαις ἐπόρσυν ἔροτιν, ὡς ἔδοξέ μοι. τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου· οὐκ οἶδα πλὴν ἕν: βουσφαγεῖν ὡπλίζετο. πόσων μετ ἀνδρῶν· ἢ μόνος δμώων μέτα· οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ. οὔ πού τις ὅστις γνωριεῖ μ ἰδών, γέρον· δμῶες μέν εἰσιν, οἳ σέ γ οὐκ εἶδόν ποτε. ἡμῖν ἂν εἰε῀ν, εἰ κρατοῖμεν, εὐμενεῖς· δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον. πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ· στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται. ὁδὸν παρ αὐτήν, ὡς ἐοίκ, ἀγροὺς ἔχει· ὅθεν γ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ. πικρόν γε συνθοινάτορ, ἢν θεὸς θέλῃ. τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει. καλῶς ἔλεξας. - ἡ τεκοῦσα δ ἐστὶ ποῦ· Ἄργει: παρέσται δ οὖν πόσει θοίνην ἔπι. τί δ οὐχ ἅμ ἐξωρμᾶτ ἐμὴ μήτηρ πόσει· ψόγον τρέμουσα δημοτῶν ἐλείπετο. ξυνῆχ: ὕποπτος οὖσα γιγνώσκει πόλει. τοιαῦτα: μισεῖται γὰρ ἀνόσιος γυνή. πῶς οὖν ἐκείνην τόνδε τ ἐν ταὐτῷ κτενῶ·

ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι. καὶ μὴν ἐκεῖνά γ ἡ τύχη θήσει καλῶς. ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε. ἔσται τάδ: εὑρίσκεις δὲ μητρὶ πῶς φόνον· λέγ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών: λεχώ μ ἀπάγγελλ οὖσαν ἄρσενος τόκῳ. πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή· δέχ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ. καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον· ἥξει κλύουσα λόχιά μου νοσήματα. πόθεν· τί δ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον· ναί: καὶ δακρύσει γ ἀξίωμ ἐμῶν τόκων. ἴσως: πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε. ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται. καὶ μὴν ἐπ αὐτάς γ εἶσι σῶν δόμων πύλας. οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Αἵδου τόδε· εἰ γὰρ θάνοιμι τοῦτ ἰδὼν ἐγώ ποτε. πρώτιστα μέν νυν τῷδ ὑφήγησαι, γέρον - Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς· ἔπειτ ἀπαντῶν μητρὶ τἀπ ἐμοῦ φράσον. ὥστ αὐτά γ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν. σὸν ἔργον ἤδη: πρόσθεν εἴληχας φόνου. στείχοιμ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθ ὁδοῦ. καὶ μὴν ἐγὼ πέμποιμ ἂν οὐκ ἀκουσίως. ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖ ἐχθρῶν γενοῦ - οἴκτιρέ θ ἡμᾶς:

οἰκτρὰ γὰρ πεπόνθαμεν - οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους. Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς - νίκην δὸς ἡμῖν, εἰ δίκαι αἰτούμεθα. δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην. σύ τ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ - καὶ Γαῖ ἄνασσα, χεῖρας ᾗ δίδωμ ἐμὰς - ἄμυν ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις. νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών. οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ - χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας. ἤκουσας, ὦ δείν ἐξ ἐμῆς μητρὸς παθών· πάντ, οἶδ, ἀκούει τάδε πατήρ: στείχειν δ ἀκμή. καί σοι προφωνῶ πρὸς τάδ Αἴγισθον θανεῖν: ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ, τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε: παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει. δόμων ἔσω βᾶς εὐτρεπὲς ποήσομαι. ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν, ὀλολύξεται πᾶν δῶμα: θνῄσκοντος δέ σου τἀναντί ἔσται τῶνδε: ταῦτά σοι λέγω. πάντ οἶδα. πρὸς τάδ ἄνδρα γίγνεσθαί σε χρή. ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε κραυγὴν ἀγῶνος τοῦδε:

φρουρήσω δ ἐγὼ πρόχειρον ἔγχος χειρὶ βαστάζους ἐμῇ. οὐ γάρ ποτ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη δίκην ὑφέξω, σῶμ ἐμὸν καθυβρίσαι.?

목록

  • lyric
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION