호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βούλομαι γὰρ εἰσιδὼν αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι.? οἵδ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί. ἀλλ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε: πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί. ὅμως δέ. - χαίρειν τοὺς ξένους προσεννέπω. χαῖρ, ὦ γεραιέ. - τοῦ ποτ, Ἠλέκτρα, τόδε παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ· οὗτος τὸν ἁμὸν πατέρ ἔθρεψεν, ὦ ξένε. τί φῄς· ὅδ ὃς σὸν ἐξέκλεψε σύγγονον· ὅδ ἔσθ ὁ σώσας κεῖνον, εἴπερ ἔστ ἔτι. ἐά: τί μ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν λαμπρὸν χαρακτῆρ· ἢ προσεικάζει μέ τῳ· ἴσως Ὀρέστου ς ἥλιχ ἥδεται βλέπων. φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα· καὐτὴ τόδ εἰσορῶσα θαυμάζω, ξένε. ὦ πότνι, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς. τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι· λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός. ἰδού: καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον· βλέψον νυν ἐς τόνδ, ὦ τέκνον, τὸν φίλτατον. πάλαι δέδορκα, μὴ σύ γ οὐκέτ εὖ φρονῇς. οὐκ εὖ φρονῶ γὼ σὸν κασίγνητον βλέπων· πῶς εἶπας, ὦ γεραί, ἀνέλπιστον λόγον· ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος. ποῖον χαρακτῆρ εἰσιδών, ᾧ πείσομαι· οὐλὴν παρ ὀφρύν, ἥν ποτ ἐν πατρὸς δόμοις νεβρὸν διώκων σοῦ μέθ ᾑμάχθη πεσών. πῶς φῄς· ὁρῶ μὲν πτώματος τεκμήριον. ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις· ἀλλ οὐκέτ, ὦ γεραιέ: συμβόλοισι γὰρ τοῖς σοῖς πέπεισμαι θυμόν. - ὦ χρόνῳ φανείς, ἔχω ς ἀέλπτως - κἀξ ἐμοῦ γ ἔχῃ χρόνῳ. οὐδέποτε δόξασα. οὐδ ἐγὼ γὰρ ἤλπισα. ἐκεῖνος εἶ σύ· σύμμαχός γέ σοι μόνος. ἢν δ ἀνσπάσωμαί γ ὃν μετέρχομαι βόλον - πέποιθα δ: ἢ χρὴ μηκέθ ἡγεῖσθαι θεούς, εἰ τἄδικ ἔσται τῆς δίκης ὑπέρτερα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기