호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἄξι ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις, εἰ κρυπτὸν ἐς γῆν τήνδ ἂν Αἰγίσθου φόβῳ δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν.? ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος, ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς, ὁ δὲ κτενισμοῖς θῆλυς· ἀλλ ἀμήχανον. πολλοῖς δ ἂν εὑρ´οις βοστρύχους ὁμοπτέρους καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον. σὺ δ εἰς ἴχνος βᾶς ἀρβύλης σκέψαι βάσιν εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον. πῶς δ ἂν γένοιτ ἂν ἐν κραταιλέῳ πέδῳ γαίας ποδῶν ἔκμακτρον· εἰ δ ἔστιν τόδε, δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτ ἴσος ἀνδρός τε καὶ γυναικός, ἀλλ ἁρ´σην κρατεῖ. οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών, κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς, ἐν ᾧ ποτ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν· οὐκ οἶσθ, Ὀρέστης ἡνίκ ἐκπίπτει χθονός, νέαν μ ἔτ οὖσαν· εἰ δὲ κἄκρεκον πέπλους, πῶς ἂν τότ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη, εἰ μὴ ξυναύξοινθ οἱ πέπλοι τῷ σώματι· ἀλλ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος ἐκείρατ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς - οἱ δὲ ξένοι ποῦ·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기