- 텍스트

Euripides, episode 1:

(에우리피데스, episode 1:)

ὦ θύγατερ - ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ - ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων ποίμνης νεογνὸν θρέμμ ὑποσπάσας τόδε στεφάνους τε τευχέων τ ἐξελὼν τυρεύματα, παλαιόν τε θησαύρισμα Διονύσου τόδε ὀσμῇ κατῆρες, μικρόν, ἀλλ ἐπεσβαλεῖν ἡδὺ σκύφον τοῦδ ἀσθενεστέρῳ ποτῷ.? ἴτω φέρων τις τοῖς ξένοις τάδ ἐς δόμους: ἐγὼ δὲ τρύχει τῷδ ἐμῶν πέπλων κόρας δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω. τί δ, ὦ γεραιέ, διάβροχον τόδ ὄμμ ἔχεις· μῶν τἀμὰ διὰ χρόνου ς ἀνέμνησεν κακά· ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις καὶ πατέρα τὸν ἐμόν, ὅν ποτ ἐν χεροῖν ἔχων ἀνόνητ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις· ἀνόνηθ: ὅμως δ οὖν τοῦτό γ οὐκ ἠνεσχόμην. ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργ ὁδοῦ καὶ προσπεσὼν ἔκλαυς ἐρημίας τυχών, σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις, ἔσπεισα, τύμβῳ δ ἀμφέθηκα μυρσίνας. πυρᾶς δ ἐπ αὐτῆς οἶν μελάγχιμον πόκῳ σφάγιον ἐσεῖδον αἷμά τ οὐ πάλαι χυθὲν ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους. κἀθαύμας, ὦ παῖ, τίς ποτ ἀνθρώπων ἔτλη πρὸς τύμβον ἐλθεῖν: οὐ γὰρ Ἀργείων γέ τις. ἀλλ ἦλθ ἴσως που σὸς κασίγνητος λάθρᾳ, μολὼν δ ἐθαύμας ἄθλιον τύμβον πατρός. σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ, εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός: φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός, τὰ πόλλ ὅμοια σώματος πεφυκέναι.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION