호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μεγάλα θεός:? ἀλλ ἴθι, καὶ παρ ἐμοῦ χρῆσαι πολύ- πηνα φάρεα δῦναι, χρύσεά τε - χαρίσαι - προσθήματ ἀγλαΐας. δοκεῖς τοῖσι σοῖς δακρύοις μὴ τιμῶσα θεούς, κρατή- σειν ἐχθρῶν· οὔτοι στοναχαῖς, ἀλλ εὐχαῖσι θεοὺς σεβί- ζους ἕξεις εὐαμερίαν, ὦ παῖ. οὐδεὶς θεῶν ἐνοπᾶς κλύει τᾶς δυσδαίμονος, οὐ παλαι- ῶν πατρὸς σφαγιασμῶν. οἴμοι τοῦ καταφθιμένου τοῦ τε ζῶντος ἀλάτα, ὅς που γᾶν ἄλλαν κατέχει, μέλεος ἀλαί- νων ποτὶ θῆσσαν ἑστίαν, τοῦ κλεινοῦ πατρὸς ἐκφύς. αὐτὰ δ ἐν χερνῆσι δόμοις ναίω ψυχὰν τακομένα δωμάτων πατρίων φυγάς, οὐρείας ἀν ἐρίπνας. μάτηρ δ ἐν λέκτροις φονίοις ἄλλῳ σύγγαμος οἰκεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기