호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀγαμέμνονος ὦ κόρα, ἤλυθον, Ἠλέκτρα, ποτὶ σὰν ἀγρότειραν αὐλάν.? ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ Μυκηναῖος ὀρειβάτας: ἀγγέλλει δ ὅτι νῦν τριταί- αν καρύσσουσιν θυσίαν Ἀργεῖοι, πᾶσαι δὲ παρ Ἥ- ραν μέλλουσιν παρθενικαὶ στείχειν. οὐκ ἐπ ἀγλαΐαις, φίλαι, θυμὸν οὐδ ἐπὶ χρυσέοις ὁρ´μοις ἐκπεπόταμαι τάλαιν, οὐδ ἱστᾶσα χοροὺς Ἀργείαις ἅμα νύμφαις εἱλικτὸν κρούσω πόδ ἐμόν. δάκρυσι νυχεύ- ω, δακρύων δέ μοι μέλει δειλαίᾳ τὸ κατ ἦμαρ. σκέψαι μου πιναρὰν κόμαν καὶ τρύχη τάδ ἐμῶν πέπλων, εἰ πρέποντ Ἀγαμέμνονος κούρᾳ σται βασιλείᾳ τᾷ Τροίᾳ θ, ἃ μοῦ πατέρος μέμναταί ποθ ἁλοῦσα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기