- 텍스트

Euripides, episode, anapests

(에우리피데스, episode, anapests)

χαῖρ, ὦ μέλαθρον, χαῖρ, ὦ πατρία πόλις:? ἐκλείπω ς ἐπὶ δυστυχίᾳ φυγὰς ἐκ θαλάμων. στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου . . . στένομαί σε, πάτερ. κἀγὼ <σέ>, τέκνον, καὶ σὰς ἐδάκρυσα κασιγνήτας. δεινῶς γὰρ τάνδ αἰκείαν Διόνυσος ἄναξ τοὺς σοὺς εἰς οἴκους ἔφερεν. καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν, ἀγέραστον ἔχων ὄνομ ἐν Θήβαις. χαῖρε, πάτερ, μοι. χαῖρ, ὦ μελέα θύγατερ. χαλεπῶς <δ> ἐς τόδ ἂν ἥκοις. ἄγετ, ὦ πομποί, με κασιγνήτας ἵνα συμφυγάδας ληψόμεθ οἰκτράς. ἔλθοιμι δ ὅπου μήτε Κιθαιρὼν <ἔμ ἴδοι> μιαρὸς μήτε Κιθαιρῶν ὄσσοισιν ἐγώ, μήθ ὅθι θύρσου μνῆμ ἀνάκειται: Βάκχαις δ ἄλλαισι μέλοιεν. πολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ ἀέλπτως κραίνουσι θεοί: καὶ τὰ δοκηθέντ οὐκ ἐτελέσθη, τῶν δ ἀδοκήτων πόρον ηὑρ῀ε θεός. τοιόνδ ἀπέβη τόδε πρᾶγμα.?

목록

  • anapests
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION