- 텍스트

Euripides, episode 6:

(에우리피데스, episode 6:)

ταῦτ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω Διόνυσος, ἀλλὰ Ζηνός:? εἰ δὲ σωφρονεῖν ἔγνωθ, ὅτ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον εὐδαιμονεῖτ ἂν σύμμαχον κεκτημένοι. Διόνυσε, λισσόμεσθά ς, ἠδικήκαμεν. ὄψ ἐμάθεθ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε. ἐγνώκαμεν ταῦτ: ἀλλ ἐπεξέρχῃ λίαν. καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην. ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς. πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ. αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί. τί δῆτα μέλλεθ ἅπερ ἀναγκαίως ἔχει· ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν <πάντες,> σύ θ ἡ τάλαινα σύγγονοί τε σαί, ἐγώ θ ὁ τλήμων: βαρβάρους ἀφίξομαι γέρων μέτοικος: ἔτι δέ μοι τὸ θέσφατον ἐς Ἑλλάδ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν. καὶ τὴν Ἄρεως παῖδ Ἁρμονίαν, δάμαρτ ἐμήν, δράκων δρακαίνης <φύσιν> ἔχουσαν ἀγρίαν ἄξω πὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς, ἡγούμενος λόγχαισιν: οὐδὲ παύσομαι κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι. ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι. τί μ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ, ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος· ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη· οὐκ οἶδα, τέκνον: μικρὸς ἐπίκουρος πατήρ.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION