- 텍스트

Euripides, episode 3:

(에우리피데스, episode 3:)

ὦ πένθος οὐ μετρητὸν οὐδ οἱό῀ν τ ἰδεῖν, φόνον ταλαίναις χερσὶν ἐξειργασμένων.? καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς. οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτ ἐμῶν: ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλ ἄγαν, Βρόμιος ἄναξ ἀπώλες οἰκεῖος γεγώς. ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ ἔν τ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς εὔθηρος εἰή, μητρὸς εἰκασθεὶς τρόποις, ὅτ ἐν νεανίαισι Θηβαίοις ἅμα θηρῶν ὀριγνῷτ: ἀλλὰ θεομαχεῖν μόνον οἱό῀ς τ ἐκεῖνος. νουθετητέος, πάτερ, σοὐστίν. τίς αὐτὸν δεῦρ ἂν ὄψιν εἰς ἐμὴν καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα· φεῦ φεῦ: φρονήσασαι μὲν οἷ ἐδράσατε ἀλγήσετ ἄλγος δεινόν: εἰ δὲ διὰ τέλους ἐν τῷδ ἀεὶ μενεῖτ ἐν ᾧ καθέστατε, οὐκ εὐτυχοῦσαι δόξετ οὐχὶ δυστυχεῖν. τί δ οὐ καλῶς τῶνδ ἢ τί λυπηρῶς ἔχει· πρῶτον μὲν ἐς τόνδ αἰθέρ ὄμμα σὸν μέθες. ἰδού: τί μοι τόνδ ἐξυπεῖπας εἰσορᾶν· ἔθ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ· λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος. τὸ δὲ πτοηθὲν τόδ ἔτι σῇ ψυχῇ πάρα· οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν. κλύοις ἂν οὖν τι κἀποκρίναι ἂν σαφῶς· ὡς ἐκλέλησμαί γ ἃ πάρος εἴπομεν, πάτερ. ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα· Σπαρτῷ μ ἔδωκας, ὡς λέγους, Ἐχίονι. τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει· Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ. τίνος πρόσωπον δῆτ ἐν ἀγκάλαις ἔχεις· λέοντος, ὥς γ ἔφασκον αἱ θηρώμεναι. σκέψαι νυν ὀρθῶς: βραχὺς ὁ μόχθος εἰσιδεῖν.?

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION