호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἤκουσα γάρ του θυγατέρων τολμήματα, ἤδη κατ ἄστυ τειχέων ἔσω βεβὼς σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα:? μακάριος γὰρ εἶ, μακάριος, ἡμῶν τοιάδ ἐξειργασμένων. πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο. καὶ τὴν μὲν Ἀκτέων Ἀρισταίῳ ποτὲ τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θ ἅμα ἔτ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας, τὴν δ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ στείχειν Ἀγαύην, οὐδ ἄκραντ ἠκούσαμεν: λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα. πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι, πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ θνητῶν: ἁπάσας εἶπον, ἐξόχως δ ἐμέ, ἣ τὰς παρ ἱστοῖς ἐκλιποῦσα κερκίδας ἐς μείζον ἥκω, θῆρας ἀγρεύειν χεροῖν. φέρω δ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις ὡς ἀγκρεμασθῇ: σὺ δέ, πάτερ, δέξαι χεροῖν: γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν κάλει φίλους ἐς δαῖτα:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기