호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἣ δ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους κόρας ἑλίσσους, οὐ φρονοῦς ἃ χρὴ φρονεῖν, ἐκ Βακχίου κατείχετ, οὐδ ἔπειθέ νιν.? λαβοῦσα δ ὠλένης ἀριστερὰν χέρα, πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους, ἀλλ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν: Ἰνὼ δὲ τἀπὶ θάτερ ἐξειργάζετο, ῥηγνῦσα σάρκας, Αὐτονόη τ ὄχλος τε πᾶς ἐπεῖχε βακχῶν: ἦν δὲ πᾶς ὁμοῦ βοή, ὃ μὲν στενάζων ὅσον ἐτύγχαν ἐμπνέων, αἳ δ ἠλάλαζον. ἔφερε δ ἣ μὲν ὠλένην, ἣ δ ἴχνος αὐταῖς ἀρβύλαις: γυμνοῦντο δὲ πλευραὶ σπαραγμοῖς: πᾶσα δ ᾑματωμένη χεῖρας διεσφαίριζε σάρκα Πενθέως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기