호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου καὶ προσπίτνει νιν:? ὃ δὲ μίτραν κόμης ἄπο ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος ψαύων: Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος: οἴκτιρε δ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기