호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σίγησε δ αἰθήρ, σῖγα δ ὕλιμος νάπη φύλλ εἶχε, θηρῶν δ οὐκ ἂν ἤκουσας βοήν.? αἳ δ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας. ὃ δ αὖθις ἐπεκέλευσεν: ὡς δ ἐγνώρισαν σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι, ᾖξαν πελείας ὠκύτητ οὐχ ἥσσονες ποδῶν τρέχουσαι συντόνοις δραμήμασι, μήτηρ Ἀγαύη σύγγονοί θ ὁμόσποροι πᾶσαί τε βάκχαι: διὰ δὲ χειμάρρου νάπης ἀγμῶν τ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς. ὡς δ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν, ὄζοισί τ ἐλατίνοισιν ἠκοντίζετο. ἄλλαι δὲ θύρσους ἱέσαν δι αἰθέρος Πενθέως, στόχον δύστηνον: ἀλλ οὐκ ἤνυτον. κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων καθῆσθ ὁ τλήμων, ἀπορίᾳ λελημμένος. τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς. ἐπεὶ δὲ μόχθων τέρματ οὐκ ἐξήνυτον, ἔλεξ Ἀγαύη: Φέρε, περιστᾶσαι κύκλῳ πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην θῆρ ὡς ἕλωμεν, μηδ ἀπαγγείλῃ θεοῦ χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός: ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν Πενθεύς: κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기