- 텍스트

Euripides, episode, lyric 2:

(에우리피데스, episode, lyric 2:)

πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος, τά τ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.? ἦν δ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον, πεύκαισι συσκιάζον, ἔνθα μαινάδες καθῆντ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις. αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα κισσῷ κομήτην αὖθις ἐξανέστεφον, αἳ δ, ἐκλιποῦσαι ποικίλ ὡς πῶλοι ζυγά, βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος. Πενθεὺς δ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον ἔλεξε τοιάδ: Ὦ ξέν, οὗ μὲν ἕσταμεν, οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων: ὄχθων δ ἔπ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα, ἴδοιμ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION