호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει ἄδικος ἄδικά τ ἐκπορίζων ἀνήρ·? ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς, λέπας Κιθαιρώνειον εἰσεβάλλομεν Πενθεύς τε κἀγώ--δεσπότῃ γὰρ εἱπόμην-- ξένος θ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας.
πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος, τά τ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι.
ἦν δ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον, πεύκαισι συσκιάζον, ἔνθα μαινάδες καθῆντ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις. αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα κισσῷ κομήτην αὖθις ἐξανέστεφον, αἳ δ, ἐκλιποῦσαι ποικίλ ὡς πῶλοι ζυγά, βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος. Πενθεὺς δ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον ἔλεξε τοιάδ: Ὦ ξέν, οὗ μὲν ἕσταμεν, οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων: ὄχθων δ ἔπ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα, ἴδοιμ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν. τοὐντεῦθεν ἤδη τοῦ ξένου <τὸ> θαῦμ ὁρῶ:
καὶ ταῦθ ἅμ ἠγόρευε καὶ πρὸς οὐρανὸν καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός. λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον: κυκλοῦτο δ ὥστε τόξον ἢ κυρτὸς τροχὸς τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον: ὣς κλῶν ὄρειον ὁ ξένος χεροῖν ἄγων ἔκαμπτεν ἐς γῆν, ἔργματ οὐχὶ θνητὰ δρῶν. Πενθέα δ ἱδρύσας ἐλατίνων ὄζων ἔπι, ὀρθὸν μεθίει διὰ χερῶν βλάστημ ἄνω ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν, ὀρθὴ δ ἐς ὀρθὸν αἰθέρ ἐστηρίζετο, ἔχουσα νώτοις δεσπότην ἐφήμενον: ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας. ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω, καὶ τὸν ξένον μὲν οὐκέτ εἰσορᾶν παρῆν, ἐκ δ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι Διόνυσος, ἀνεβόησεν: Ὦ νεάνιδες, ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τ ὄργια γέλων τιθέμενον: ἀλλὰ τιμωρεῖσθέ νιν. σίγησε δ αἰθήρ, σῖγα δ ὕλιμος νάπη φύλλ εἶχε, θηρῶν δ οὐκ ἂν ἤκουσας βοήν.
αἳ δ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας. ὃ δ αὖθις ἐπεκέλευσεν: ὡς δ ἐγνώρισαν σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι, ᾖξαν πελείας ὠκύτητ οὐχ ἥσσονες ποδῶν τρέχουσαι συντόνοις δραμήμασι, μήτηρ Ἀγαύη σύγγονοί θ ὁμόσποροι πᾶσαί τε βάκχαι: διὰ δὲ χειμάρρου νάπης ἀγμῶν τ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς. ὡς δ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν, ὄζοισί τ ἐλατίνοισιν ἠκοντίζετο. ἄλλαι δὲ θύρσους ἱέσαν δι αἰθέρος Πενθέως, στόχον δύστηνον: ἀλλ οὐκ ἤνυτον. κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων καθῆσθ ὁ τλήμων, ἀπορίᾳ λελημμένος. τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς. ἐπεὶ δὲ μόχθων τέρματ οὐκ ἐξήνυτον, ἔλεξ Ἀγαύη: Φέρε, περιστᾶσαι κύκλῳ πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην θῆρ ὡς ἕλωμεν, μηδ ἀπαγγείλῃ θεοῦ χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός: ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν Πενθεύς: κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν. πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου καὶ προσπίτνει νιν:
ὃ δὲ μίτραν κόμης ἄπο ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος ψαύων: Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος: οἴκτιρε δ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς. ἣ δ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους κόρας ἑλίσσους, οὐ φρονοῦς ἃ χρὴ φρονεῖν, ἐκ Βακχίου κατείχετ, οὐδ ἔπειθέ νιν.
λαβοῦσα δ ὠλένης ἀριστερὰν χέρα, πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους, ἀλλ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν: Ἰνὼ δὲ τἀπὶ θάτερ ἐξειργάζετο, ῥηγνῦσα σάρκας, Αὐτονόη τ ὄχλος τε πᾶς ἐπεῖχε βακχῶν: ἦν δὲ πᾶς ὁμοῦ βοή, ὃ μὲν στενάζων ὅσον ἐτύγχαν ἐμπνέων, αἳ δ ἠλάλαζον. ἔφερε δ ἣ μὲν ὠλένην, ἣ δ ἴχνος αὐταῖς ἀρβύλαις: γυμνοῦντο δὲ πλευραὶ σπαραγμοῖς: πᾶσα δ ᾑματωμένη χεῖρας διεσφαίριζε σάρκα Πενθέως. κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις πέτραις, τὸ δ ὕλης ἐν βαθυξύλῳ φόβῃ, οὐ ῥᾴδιον ζήτημα:
κρᾶτα δ ἄθλιον, ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν, πήξας ἐπ ἄκρον θύρσον ὡς ὀρεστέρου φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου, λιποῦς ἀδελφὰς ἐν χοροῖσι μαινάδων. χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη τειχέων ἔσω τῶνδ, ἀνακαλοῦσα Βάκχιον τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας, τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ. ἐγὼ μὲν οὖν <τῇδ> ἐκποδὼν τῇ ξυμφορᾷ ἄπειμ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα.
τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν κάλλιστον: οἶμαι δ αὐτὸ καὶ σοφώτατον θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기