호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἴτε θοαὶ Λύσσας κύνες ἴτ εἰς ὄρος, θίασον ἔνθ ἔχουσι Κάδμου κόραι, ἀνοιστρήσατέ νιν ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ λυσσώδη κατάσκοπον μαινάδων.? μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας ἢ σκόλοπος ὄψεται δοκεύοντα, μαινάσιν δ ἀπύσει: Τίς ὅδ ὀρειδρόμων μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολ ἔμολεν, ὦ βάκχαι· τίς ἄρα νιν ἔτεκεν· οὐ γὰρ ἐξ αἵματος γυναικῶν ἔφυ, λεαίνας δέ τινος ὅδ ἢ Γοργόνων Λιβυσσᾶν γένος. ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος φονεύουσα λαιμῶν διαμπὰξ τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος γόνον γηγενῆ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기