호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σὲ τὸν πρόθυμον ὄνθ ἃ μὴ χρεὼν ὁρᾶν σπεύδοντά τ ἀσπούδαστα, Πενθέα λέγω, ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι, σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων, μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος:? πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ. καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, δισσὰς δὲ Θήβας καὶ πόλισμ ἑπτάστομον: καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι. ἀλλ ἦ ποτ ἦσθα θήρ· τεταύρωσαι γὰρ οὖν. ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής, ἔνσπονδος ἡμῖν: νῦν δ ὁρᾷς ἃ χρή ς ὁρᾶν. τί φαίνομαι δῆτ· οὐχὶ τὴν Ἰνοῦς στάσιν ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γ ἐμῆς· αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ ς ὁρῶν. ἀλλ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ ὅδε, οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα. ἔνδον προσείων αὐτὸν ἀνασείων τ ἐγὼ καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα. ἀλλ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει, πάλιν καταστελοῦμεν: ἀλλ ὄρθου κάρα. ἰδού, σὺ κόσμει: σοὶ γὰρ ἀνακείμεσθα δή. ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν. κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα: τἀνθένδε δ ὀρθῶς παρὰ τένοντ ἔχει πέπλος. ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων, ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς. πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι· ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ αἴρειν νιν: αἰνῶ δ ὅτι μεθέστηκας φρενῶν. ἆρ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν·
δύναι ἄν, εἰ βούλοιο: τὰς δὲ πρὶν φρένας οὐκ εἶχες ὑγιεῖς, νῦν δ ἔχεις οἱάς σε δεῖ. μοχλοὺς φέρωμεν· ἢ χεροῖν ἀνασπάσω κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα· μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα καὶ Πανὸς ἕδρας ἔνθ ἔχει συρίγματα. καλῶς ἔλεξας: οὐ σθένει νικητέον γυναῖκας: ἐλάταισιν δ ἐμὸν κρύψω δέμας. κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, ἐλθόντα δόλιον μαινάδων κατάσκοπον. καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἑρ´κεσιν. οὐκοῦν ἐπ αὐτὸ τοῦτ ἀποστέλλῃ φύλαξ: λήψῃ δ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος. κόμιζε διὰ μέσης με Θηβαίας χθονός: μόνος γὰρ αὐτῶν εἰμ ἀνὴρ τολμῶν τόδε. μόνος σὺ πόλεως τῆσδ ὑπερκάμνεις, μόνος: τοιγάρ ς ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν. ἕπου δέ: πομπὸς δ εἶμ ἐγὼ σωτήριος, κεῖθεν δ ἀπάξει ς ἄλλος. ἡ τεκοῦσά γε. ἐπίσημον ὄντα πᾶσιν. ἐπὶ τόδ ἔρχομαι. φερόμενος ἥξεις . . . ἁβρότητ ἐμὴν λέγεις. ἐν χερσὶ μητρός. καὶ τρυφᾶν μ ἀναγκάσεις. τρυφάς γε τοιάσδε. ἀξίων μὲν ἅπτομαι. δεινὸς σὺ δεινὸς κἀπὶ δείν ἔρχῃ πάθη, ὥστ οὐρανῷ στηρίζον εὑρήσεις κλέος. ἔκτειν, Ἀγαύη, χεῖρας αἵ θ ὁμόσποροι Κάδμου θυγατέρες:
τὸν νεανίαν ἄγω τόνδ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δ ἐγὼ καὶ Βρόμιος ἔσται. τἄλλα δ αὐτὸ σημανεῖ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기