호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Διόνυσε, νῦν σὸν ἔργον:? οὐ γὰρ εἶ πρόσω: τεισώμεθ αὐτόν. πρῶτα δ ἔκστησον φρενῶν, ἐνεὶς ἐλαφρὰν λύσσαν: ὡς φρονῶν μὲν εὖ οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν, ἔξω δ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται. χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν γυναικόμορφον ἀγόμενον δι ἄστεως ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν. ἀλλ εἶμι κόσμον ὅνπερ εἰς Αἵδου λαβὼν ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς, Πενθεῖ προσάψων: γνώσεται δὲ τὸν Διὸς Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, δεινότατος, ἀνθρώποισι δ ἠπιώτατος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기