호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἆ.? βούλῃ σφ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν· μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν. τί δ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν· λυπρῶς νιν εἰσίδοιμ ἂν ἐξῳνωμένας. ὅμως δ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά· σάφ ἴσθι, σιγῇ γ ὑπ ἐλάταις καθήμενος. ἀλλ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ. ἀλλ ἐμφανῶς: καλῶς γὰρ ἐξεῖπας τάδε. ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ· ἄγ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους. τί δὴ τόδ· ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ· μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ. εὖ γ εἶπας αὖ τόδ: ὥς τις εἶ πάλαι σοφός. Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. πῶς οὖν γένοιτ ἂν ἃ σύ με νουθετεῖς καλῶς· ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών. τίνα στολήν· ἦ θῆλυν· ἀλλ αἰδώς μ ἔχει. οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ. στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ ἐμὸν βαλεῖν· κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ. τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι· πέπλοι ποδήρεις: ἐπὶ κάρᾳ δ ἔσται μίτρα. ἦ καί τι πρὸς τοῖσδ ἄλλο προσθήσεις ἐμοί· θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν. ἀλλ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην. ὀρθῶς: μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν. σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά. καὶ πῶς δι ἄστεως εἶμι Καδμείους λαθών· ὁδοὺς ἐρήμους ἴμεν: ἐγὼ δ ἡγήσομαι. πᾶν κρεῖσσον ὥστε μὴ γγελᾶν βάκχας ἐμοί. ἐλθόντ ἐς οἴκους . . . ἃν δοκῇ βουλεύσομαι. ἔξεστι: πάντῃ τό γ ἐμὸν εὐτρεπὲς πάρα. στείχοιμ ἄν: ἢ γὰρ ὅπλ ἔχων πορεύσομαι ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν. γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기