- 텍스트

Euripides, episode, trochees 10:

(에우리피데스, episode, trochees 10:)

ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους πρὸς τὸν τύραννον, ἀλλ ὅμως εἰρήσεται:? Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ. ἤδη τόδ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας. ἀλλ οὐκ ὀκνεῖν δεῖ: στεῖχ ἐπ Ἠλέκτρας ἰὼν πύλας: κέλευε πάντας ἀσπιδηφόρους ἵππων τ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας πέλτας θ ὅσοι πάλλουσι καὶ τόξων χερὶ ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν βάκχαισιν: οὐ γὰρ ἀλλ ὑπερβάλλει τάδε, εἰ πρὸς γυναικῶν πεισόμεσθ ἃ πάσχομεν. πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων, Πενθεῦ: κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως οὔ φημι χρῆναί ς ὅπλ ἐπαίρεσθαι θεῷ, ἀλλ ἡσυχάζειν: Βρόμιος οὐκ ἀνέξεται κινοῦντα βάκχας <ς> εὐίων ὀρῶν ἄπο. οὐ μὴ φρενώσεις μ, ἀλλὰ δέσμιος φυγὼν σῴσῃ τόδ· ἢ σοὶ πάλιν ἀναστρέψω δίκην· θύοιμ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι, πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς. φεύξεσθε πάντες: καὶ τόδ αἰσχρόν, ἀσπίδας θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται. ὦ τᾶν, ἔτ ἔστιν εὖ καταστῆσαι τάδε. τί δρῶντα· δουλεύοντα δουλείαις ἐμαῖς· ἐγὼ γυναῖκας δεῦρ ὅπλων ἄξω δίχα. οἴμοι: τόδ ἤδη δόλιον ἔς με μηχανᾷ. ποῖόν τι, σῷσαί ς εἰ θέλω τέχναις ἐμαῖς· ξυνέθεσθε κοινῇ τάδ, ἵνα βακχεύητ ἀεί. καὶ μὴν ξυνεθέμην--τοῦτό γ ἔστι--τῷ θεῷ. ἐκφέρετέ μοι δεῦρ ὅπλα, σὺ δὲ παῦσαι λέγων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION