- 텍스트

Euripides, episode, trochees 8:

(에우리피데스, episode, trochees 8:)

ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.? καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα, ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν. εἶδες δ ἂν ἢ πλεύρ ἢ δίχηλον ἔμβασιν ῥιπτόμεν ἄνω τε καὶ κάτω: κρεμαστὰ δὲ ἔσταζ ὑπ ἐλάταις ἀναπεφυρμέν αἵματι. ταῦροι δ ὑβρισταὶ κἀς κέρας θυμούμενοι τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας, μυριάσι χειρῶν ἀγόμενοι νεανίδων. θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις. χωροῦσι δ ὥστ ὄρνιθες ἀρθεῖσαι δρόμῳ πεδίων ὑποτάσεις, αἳ παρ Ἀσωποῦ ῥοαῖς εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν: Ὑσιάς τ Ἐρυθράς θ, αἳ Κιθαιρῶνος λέπας νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι, ἐπεσπεσοῦσαι πάντ ἄνω τε καὶ κάτω διέφερον: ἡρ´παζον μὲν ἐκ δόμων τέκνα: ὁπόσα δ ἐπ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο προσείχετ οὐδ ἔπιπτεν ἐς μέλαν πέδον, οὐ χαλκός, οὐ σίδηρος: ἐπὶ δὲ βοστρύχοις πῦρ ἔφερον, οὐδ ἔκαιεν. οἳ δ ὀργῆς ὕπο ἐς ὅπλ ἐχώρουν φερόμενοι βακχῶν ὕπο: οὗπερ τὸ δεινὸν ἦν θέαμ ἰδεῖν, ἄναξ. τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος, κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος. πάλιν δ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, κρήνας ἐπ αὐτὰς ἃς ἀνῆκ αὐταῖς θεός. νίψαντο δ αἷμα, σταγόνα δ ἐκ παρηίδων γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION