호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, μυκήμαθ ὡς ἤκουσε κεροφόρων βοῶν.? ὥστ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε. αἳ δ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον ἀνῇξαν ὀρθαί, θαῦμ ἰδεῖν εὐκοσμίας, νέαι παλαιαὶ παρθένοι τ ἔτ ἄζυγες. καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας νεβρίδας τ ἀνεστείλανθ ὅσαισιν ἁμμάτων σύνδεσμ ἐλέλυτο, καὶ καταστίκτους δορὰς ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν. αἳ δ ἀγκάλαισι δορκάδ ἢ σκύμνους λύκων ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι βρέφη λιπούσαις: ἐπὶ δ ἔθεντο κισσίνους στεφάνους δρυός τε μίλακός τ ἀνθεσφόρου. θύρσον δέ τις λαβοῦς ἔπαισεν ἐς πέτραν, ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς: ἄλλη δὲ νάρθηκ ἐς πέδον καθῆκε γῆς, καὶ τῇδε κρήνην ἐξανῆκ οἴνου θεός: ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν, ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα γάλακτος ἑσμοὺς εἶχον: ἐκ δὲ κισσίνων θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기