- 텍스트

Euripides, episode, trochees 3:

(에우리피데스, episode, trochees 3:)

ἀγελαῖα μὲν βοσκήματ ἄρτι πρὸς λέπας μόσχων ὑπεξήκριζον, ἡνίχ ἥλιος ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.? ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν, ὧν ἦρχ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου μήτηρ Ἀγαύη σή, τρίτου δ Ἰνὼ χοροῦ. ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι, αἳ μὲν πρὸς ἐλάτης νῶτ ἐρείσασαι φόβην, αἳ δ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ θηρᾶν καθ ὕλην Κύπριν ἠρημωμένας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION