- 텍스트

Euripides, episode, trochees

(에우리피데스, episode, trochees)

ταῦτα καὶ καθύβρις αὐτόν, ὅτι με δεσμεύειν δοκῶν οὔτ ἔθιγεν οὔθ ἥψαθ ἡμῶν, ἐλπίσιν δ ἐβόσκετο.? πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξ ἡμᾶς ἄγων, τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν, θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο, χείλεσιν διδοὺς ὀδόντας: πλησίον δ ἐγὼ παρὼν ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ ἀνετίναξ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ πῦρ ἀνῆψ: ὃ δ ὡς ἐσεῖδε, δώματ αἴθεσθαι δοκῶν, ᾖσς ἐκεῖσε κᾆτ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν ἐννέπων, ἅπας δ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν. διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος, ἱέται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω. κᾆθ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω, φάσμ ἐποίησεν κατ αὐλήν: ὃ δ ἐπὶ τοῦθ ὡρμημένος ᾖσσε κἀκέντει φαεννὸν <αἰθέρ>, ὡς σφάζων ἐμέ. πρὸς δὲ τοῖσδ αὐτῷ τάδ ἄλλα Βάκχιος λυμαίνεται: δώματ ἔρρηξεν χαμᾶζε: συντεθράνωται δ ἅπαν πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς: κόπου δ ὕπο διαμεθεὶς ξίφος παρεῖται: πρὸς θεὸν γὰρ ὢν ἀνὴρ ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δ ἐκβὰς ἐγὼ δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας. ὡς δέ μοι δοκεῖ - ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω - ἐς προνώπι αὐτίχ ἥξει.

τί ποτ ἄρ ἐκ τούτων ἐρεῖ· ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα. πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρον εὐοργησίαν. πέπονθα δεινά:

διαπέφευγέ μ ὁ ξένος, ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος. ἐά ἐά: ὅδ ἐστὶν ἁνήρ: τί τάδε· πῶς προνώπιος φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς· στῆσον πόδ, ὀργῇ δ ὑπόθες ἥσυχον πόδα. πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς· οὐκ εἶπον--ἢ οὐκ ἤκουσας--ὅτι λύσει μέ τις· τίς· τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί. ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς. ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν. κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ. τί δ· οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί· σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ ς εἶναι σοφόν. ἃ δεῖ μάλιστα, ταῦτ ἔγωγ ἔφυν σοφός. κείνου δ ἀκούσας πρῶτα τοὺς λόγους μάθε, ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι: ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα. Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός, ἥκω Κιθαιρῶν ἐκλιπών, ἵν οὔποτε λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί. ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου· βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν, ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ, ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα. θέλω δ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα: τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικ, ἄναξ, καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν. λέγ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ. τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών. ὅσῳ δ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι, τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν. ἀγελαῖα μὲν βοσκήματ ἄρτι πρὸς λέπας μόσχων ὑπεξήκριζον, ἡνίχ ἥλιος ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.

ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν, ὧν ἦρχ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου μήτηρ Ἀγαύη σή, τρίτου δ Ἰνὼ χοροῦ. ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι, αἳ μὲν πρὸς ἐλάτης νῶτ ἐρείσασαι φόβην, αἳ δ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ θηρᾶν καθ ὕλην Κύπριν ἠρημωμένας. ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, μυκήμαθ ὡς ἤκουσε κεροφόρων βοῶν.

ὥστ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε. αἳ δ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον ἀνῇξαν ὀρθαί, θαῦμ ἰδεῖν εὐκοσμίας, νέαι παλαιαὶ παρθένοι τ ἔτ ἄζυγες. καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας νεβρίδας τ ἀνεστείλανθ ὅσαισιν ἁμμάτων σύνδεσμ ἐλέλυτο, καὶ καταστίκτους δορὰς ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν. αἳ δ ἀγκάλαισι δορκάδ ἢ σκύμνους λύκων ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι βρέφη λιπούσαις: ἐπὶ δ ἔθεντο κισσίνους στεφάνους δρυός τε μίλακός τ ἀνθεσφόρου. θύρσον δέ τις λαβοῦς ἔπαισεν ἐς πέτραν, ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς: ἄλλη δὲ νάρθηκ ἐς πέδον καθῆκε γῆς, καὶ τῇδε κρήνην ἐξανῆκ οἴνου θεός: ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν, ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα γάλακτος ἑσμοὺς εἶχον: ἐκ δὲ κισσίνων θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί. ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες, κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν ὡς δεινὰ δρῶσι θαυμάτων τ ἐπάξια:

καί τις πλάνης κατ ἄστυ καὶ τρίβων λόγων ἔλεξεν εἰς ἅπαντας: Ὦ σεμνὰς πλάκας ναίοντες ὀρέων, θέλετε θηρασώμεθα Πενθέως Ἀγαύην μητέρ ἐκ βακχευμάτων χάριν τ ἄνακτι θώμεθα· εὖ δ ἡμῖν λέγειν ἔδοξε, θάμνων δ ἐλλοχίζομεν φόβαις κρύψαντες αὑτούς: αἳ δὲ τὴν τεταγμένην ὡρ´αν ἐκίνουν θύρσον ἐς βακχεύματα, Ιἄκχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον Βρόμιον καλοῦσαι: πᾶν δὲ συνεβάκχευ ὄρος καὶ θῆρες, οὐδὲν δ ἦν ἀκίνητον δρόμῳ. κυρεῖ δ Ἀγαύη πλησίον θρῴσκουσά μου:

κἀγὼ ξεπήδης ὡς συναρπάσαι θέλων, λόχμην κενώσας ἔνθ ἐκρυπτόμην δέμας. ἣ δ ἀνεβόησεν: Ὦ δρομάδες ἐμαὶ κύνες, θηρώμεθ ἀνδρῶν τῶνδ ὕπ: ἀλλ ἕπεσθέ μοι, ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι. ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα.

καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα, ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν. εἶδες δ ἂν ἢ πλεύρ ἢ δίχηλον ἔμβασιν ῥιπτόμεν ἄνω τε καὶ κάτω: κρεμαστὰ δὲ ἔσταζ ὑπ ἐλάταις ἀναπεφυρμέν αἵματι. ταῦροι δ ὑβρισταὶ κἀς κέρας θυμούμενοι τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας, μυριάσι χειρῶν ἀγόμενοι νεανίδων. θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις. χωροῦσι δ ὥστ ὄρνιθες ἀρθεῖσαι δρόμῳ πεδίων ὑποτάσεις, αἳ παρ Ἀσωποῦ ῥοαῖς εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν: Ὑσιάς τ Ἐρυθράς θ, αἳ Κιθαιρῶνος λέπας νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι, ἐπεσπεσοῦσαι πάντ ἄνω τε καὶ κάτω διέφερον: ἡρ´παζον μὲν ἐκ δόμων τέκνα: ὁπόσα δ ἐπ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο προσείχετ οὐδ ἔπιπτεν ἐς μέλαν πέδον, οὐ χαλκός, οὐ σίδηρος: ἐπὶ δὲ βοστρύχοις πῦρ ἔφερον, οὐδ ἔκαιεν. οἳ δ ὀργῆς ὕπο ἐς ὅπλ ἐχώρουν φερόμενοι βακχῶν ὕπο: οὗπερ τὸ δεινὸν ἦν θέαμ ἰδεῖν, ἄναξ. τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος, κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος. πάλιν δ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, κρήνας ἐπ αὐτὰς ἃς ἀνῆκ αὐταῖς θεός. νίψαντο δ αἷμα, σταγόνα δ ἐκ παρηίδων γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός. τὸν δαίμον οὖν τόνδ ὅστις ἔστ, ὦ δέσποτα, δέχου πόλει τῇδ:

ὡς τά τ ἄλλ ἐστὶν μέγας, κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω, τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. οἴνου δὲ μηκέτ ὄντος οὐκ ἔστιν Κύπρις οὐδ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι. ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους πρὸς τὸν τύραννον, ἀλλ ὅμως εἰρήσεται:

Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ. ἤδη τόδ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας. ἀλλ οὐκ ὀκνεῖν δεῖ: στεῖχ ἐπ Ἠλέκτρας ἰὼν πύλας: κέλευε πάντας ἀσπιδηφόρους ἵππων τ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας πέλτας θ ὅσοι πάλλουσι καὶ τόξων χερὶ ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν βάκχαισιν: οὐ γὰρ ἀλλ ὑπερβάλλει τάδε, εἰ πρὸς γυναικῶν πεισόμεσθ ἃ πάσχομεν. πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων, Πενθεῦ: κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως οὔ φημι χρῆναί ς ὅπλ ἐπαίρεσθαι θεῷ, ἀλλ ἡσυχάζειν: Βρόμιος οὐκ ἀνέξεται κινοῦντα βάκχας <ς> εὐίων ὀρῶν ἄπο. οὐ μὴ φρενώσεις μ, ἀλλὰ δέσμιος φυγὼν σῴσῃ τόδ· ἢ σοὶ πάλιν ἀναστρέψω δίκην· θύοιμ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι, πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς. φεύξεσθε πάντες: καὶ τόδ αἰσχρόν, ἀσπίδας θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται. ὦ τᾶν, ἔτ ἔστιν εὖ καταστῆσαι τάδε. τί δρῶντα· δουλεύοντα δουλείαις ἐμαῖς· ἐγὼ γυναῖκας δεῦρ ὅπλων ἄξω δίχα. οἴμοι: τόδ ἤδη δόλιον ἔς με μηχανᾷ. ποῖόν τι, σῷσαί ς εἰ θέλω τέχναις ἐμαῖς· ξυνέθεσθε κοινῇ τάδ, ἵνα βακχεύητ ἀεί. καὶ μὴν ξυνεθέμην--τοῦτό γ ἔστι--τῷ θεῷ. ἐκφέρετέ μοι δεῦρ ὅπλα, σὺ δὲ παῦσαι λέγων. ἆ.

βούλῃ σφ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν· μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν. τί δ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν· λυπρῶς νιν εἰσίδοιμ ἂν ἐξῳνωμένας. ὅμως δ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά· σάφ ἴσθι, σιγῇ γ ὑπ ἐλάταις καθήμενος. ἀλλ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ. ἀλλ ἐμφανῶς: καλῶς γὰρ ἐξεῖπας τάδε. ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ· ἄγ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους. τί δὴ τόδ· ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ· μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ. εὖ γ εἶπας αὖ τόδ: ὥς τις εἶ πάλαι σοφός. Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. πῶς οὖν γένοιτ ἂν ἃ σύ με νουθετεῖς καλῶς· ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών. τίνα στολήν· ἦ θῆλυν· ἀλλ αἰδώς μ ἔχει. οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ. στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτ ἐμὸν βαλεῖν· κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ. τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι· πέπλοι ποδήρεις: ἐπὶ κάρᾳ δ ἔσται μίτρα. ἦ καί τι πρὸς τοῖσδ ἄλλο προσθήσεις ἐμοί· θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν. ἀλλ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην. ὀρθῶς: μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν. σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά. καὶ πῶς δι ἄστεως εἶμι Καδμείους λαθών· ὁδοὺς ἐρήμους ἴμεν: ἐγὼ δ ἡγήσομαι. πᾶν κρεῖσσον ὥστε μὴ γγελᾶν βάκχας ἐμοί. ἐλθόντ ἐς οἴκους . . . ἃν δοκῇ βουλεύσομαι. ἔξεστι: πάντῃ τό γ ἐμὸν εὐτρεπὲς πάρα. στείχοιμ ἄν: ἢ γὰρ ὅπλ ἔχων πορεύσομαι ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν. γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην. Διόνυσε, νῦν σὸν ἔργον:

οὐ γὰρ εἶ πρόσω: τεισώμεθ αὐτόν. πρῶτα δ ἔκστησον φρενῶν, ἐνεὶς ἐλαφρὰν λύσσαν: ὡς φρονῶν μὲν εὖ οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν, ἔξω δ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται. χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν γυναικόμορφον ἀγόμενον δι ἄστεως ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν. ἀλλ εἶμι κόσμον ὅνπερ εἰς Αἵδου λαβὼν ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς, Πενθεῖ προσάψων: γνώσεται δὲ τὸν Διὸς Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, δεινότατος, ἀνθρώποισι δ ἠπιώτατος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION