호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀχελῴου θύγατερ, πότνι εὐπάρθενε Δίρκα, σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς τὸ Διὸς βρέφος ἔλαβες, ὅτε μηρῷ πυρὸς ἐξ ἀ- θανάτου Ζεὺς ὁ τεκὼν ἡρ´- πασέ νιν, τάδ ἀναβοάσας:? Ἴθι, Διθύραμβ, ἐμὰν ἄρ- σενα τάνδε βᾶθι νηδύν: ἀναφαίνω σε τόδ, ὦ Βάκ- χιε, Θήβαις ὀνομάζειν. σὺ δέ μ, ὦ μάκαιρα Δίρκα, στεφανηφόρους ἀπωθῇ θιάσους ἔχουσαν ἐν σοί. τί μ ἀναίνῃ· τί με φεύγεις· ἔτι ναὶ τὰν βοτρυώδη Διονύσου χάριν οἴνας, ἔτι σοι τοῦ Βρομίου μελήσει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기