호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁσία πότνα θεῶν, Ὁσία δ ἃ κατὰ γᾶν χρυσέαν πτέρυγα φέρεις, τάδε Πενθέως ἀίεις·? ἀίεις οὐχ ὁσίαν ὕβριν ἐς τὸν Βρόμιον, τὸν Σεμέλας, τὸν παρὰ καλλι- στεφάνοις εὐφροσύναις δαί- μονα πρῶτον μακάρων· ὃς τάδ ἔχει, θιασεύειν τε χοροῖς μετά τ αὐλοῦ γελάσαι ἀποπαῦσαί τε μερίμνας, ὁπόταν βότρυος ἔλθῃ γάνος ἐν δαιτὶ θεῶν, κις- σοφόροις δ ἐν θαλίαις ἀν- δράσι κρατὴρ ὕπνον ἀμ- φιβάλλῃ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기