호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί- ων πέσῃ πεδόσε, νε- βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε- νος ἐς ὄρεα Φρύγια, Λύδι, ὁ δ ἔξαρχος Βρόμιος, εὐοἷ.? ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν νέκταρι. Συρίας δ ὡς λιβάνου κα- πνὸν ὁ Βακχεὺς ἀνέχων πυρσώδη φλόγα πεύκας ἐκ νάρθηκος ἀίσσει δρόμῳ καὶ χοροῖσιν πλανάτας ἐρεθίζων ἰαχαῖς τ ἀναπάλλων, τρυφερόν <τε> πλόκαμον εἰς αἰθέρα ῥίπτων. ἅμα δ εὐάσμασι τοιάδ ἐπιβρέμει: Ὦ ἴτε βάκχαι, ὦ ἴτε βάκχαι, Τμώλου χρυσορόου χλιδᾷ μέλπετε τὸν Διόνυσον βαρυβρόμων ὑπὸ τυμπάνων, εὐιά τὸν εὐιόν ἀγαλλόμεναι θεὸν ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε, λωτὸς ὅταν εὐκέλαδος ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα φοιτάσιν εἰς ὄρος εἰς ὄρος: ἡδομέ- να δ ἄρα, πῶλος ὅπως ἅμα ματέρι φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기