호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Σεμέλας τροφοὶ Θῆ- βαι, στεφανοῦσθε κισσῷ:? βρύετε βρύετε χλοήρει μίλακι καλλικάρπῳ καὶ καταβακχιοῦσθε δρυὸς ἢ ἐλάτας κλάδοισι, στικτῶν τ ἐνδυτὰ νεβρίδων στέφετε λευκοτρίχων πλοκάμων μαλλοῖς: ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς ὁσιοῦσθ: αὐτίκα γᾶ πᾶσα χορεύσει-- Βρόμιος ὅστις ἄγῃ θιάσους-- εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει θηλυγενὴς ὄχλος ἀφ ἱστῶν παρὰ κερκίδων τ οἰστρηθεὶς Διονύσῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기