호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔξω γὰρ ὀλίγων τινῶν Ἀσιανῶν πόλεων, αἷς δι ἀμαθίαν βραδεῖά ἐστιν ἡ τῶν καλῶν μάθησις, αἱ λοιπαὶ πέπαυνται τοὺς φορτικοὺς καὶ ψυχροὺς καὶ ἀναισθήτους ἀγαπῶσαι λόγους, τῶν μὲν πρότερον μέγα ἐπ αὐτοῖς φρονούντων αἰδουμένων ἤδη καὶ κατὰ μικρὸν ἀπαυτομολούντων πρὸς τοὺς ἑτέρους, εἰ μή τινες παντάπασιν ἀνιάτως ἔχουσι, τῶν δὲ νεωστὶ τοῦ μαθήματος ἁπτομένων εἰς καταφρόνησιν ἀγόντων τοὺς λόγους καὶ γέλωτα ποιουμένων τὴν ἐπ αὐτοῖς σπουδήν.??
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기