호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
φησὶ γὰρ ὁ λέγων ἐπ Εὐβούλου μὲν μισθώσασθαι τὸ μέταλλον, τρία δὲ ἔτη ἐργασάμενος, ἐκβαλλόμενος ὑπὸ τοῦ πλησίον ἔχοντος μέταλλα, λαχεῖν αὐτῷ τὴν δίκην κατὰ Νικόμαχον ἄρχοντα, Δεινάρχου ἓν καὶ εἰκοστὸν ἔτος ἔχοντος. Σατύρῳ πρὸς Χαρίδημον ἐπιτροπῆς ἀπολογία: μὴ μεγάλου κινδύνου συμβεβηκότος. καὶ οὗτος ἐπὶ Νικομάχου εἴρηται. ὑπὲρ ἀντιδόσεως πρὸς Μεγακλείδην: εἰ μὲν ἔδει, ὦ ἄνδρες, πρὸς τρεῖς ἢ τέτταρας. ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δ ἐστὶ τῶν Δεινάρχου χρόνων ὁ λόγος. εἴρηται γὰρ ἐπὶ τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατηγίας, ἐφ ᾗ τὰς εὐθύνας ὑποσχὼν ἑάλω.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기