- 텍스트

Dionysius of Halicarnassus, De Dinarcho, ἰδιωτικοὶ ψευδεπίγραφοι.?, chapter 13

(디오니시오스, De Dinarcho, ἰδιωτικοὶ ψευδεπίγραφοι., chapter 13)

πρὸς Πεδιέα παραγραφή: κατὰ τὸν νόμον τοῦτον. οὗτος ὁ λόγος εἴρηται ἐπὶ Ἀριστοδήμου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίνεται δῆλον. οἱ μὲν γὰρ εἰς Σάμον ἀποσταλέντες κληροῦχοι κατὰ τοῦτον τὸν ἄρχοντα ἀπεστάλησαν, ὡς Φιλόχορος ἐν ταῖς ἱστορίαις λέγει. μέμνηται γὰρ ὡς νεωστὶ τῆς εἰς Πύλας ἐξόδου γεγενημένης, ἡ δ εἰς Πύλας Ἀθηναίων ἔξοδος ἐπὶ Θουδήμου ἄρχοντος ἐγένετο, ὄγδοον ἔτος Δεινάρχου ἔχοντος. Δείναρχος δ οὔπω δέκατον ἔτος τηνικαῦτα εἶχε. πρὸς Μελήσανδρον ὑπὲρ τῆς τριηραρχίας: ὥσπερ οἱ νόμοι κελεύουσιν. οὗ ἂν ὁ λόγος ἀλλ ὁ μὲν λέγων ὡς ἐπὶ Μόλωνος ἄρχοντος γεγενημένου τοῦ ἀδικήματος ποιεῖται τὸν λόγον. φησὶν δὲ τῷ ὑστέρῳ ἔτει εἰσιέναι τὸν ἀγῶνα ἐπὶ Νικοφήμου ἄρχοντος, καθ ὃν εὑρίσκεται γεγεννημένος ὁ Δείναρχος. πρὸς Βοιωτὸν ὑπὲρ τοῦ ὀνόματος: οὐδεμιᾷ φιλοπραγμοσύνῃ. εἰ καὶ μὴ τοῖς ἄλλοις οἱ Δημοσθένους ἀφαιρούμενοι τοῦτον τὸν λόγον καὶ Δεινάρχῳ προσάπτοντες ἐλέγχοιντο, τῷ χρόνῳ γ οὖν ἐπιδειχθεῖεν ἂν ψευδόμενοι. πρὸς Μαντίθεον περὶ προικός:

πάντων ἐστὶν ἀνιαρότατον. οὗτος ἀκολουθεῖ τῷ προτέρῳ λόγῳ καὶ πολλὰ ἔχει κατὰ τὴν λέξιν τοιαῦτα, ἃ εἰή ἂν τοῦ αὐτοῦ ῥήτορος, ἔξω τῆς τῶν Δεινάρχου ἡλικίας πολλοῖς ἔτεσιν ὕστερον ἠγώνισται τὸν ἀγῶνα ὁ κατήγορος, ἀλλὰ δύο ἢ τρισίν, ὡς ἀκριβέστερον περὶ αὐτῶν ἐν τῇ περὶ Δημοσθένους γραφῇ δεδηλώκαμεν. Ἀθηνάδῃ συνηγορία περὶ τῆς σχεδίας πρὸς Ἀμύντιχον: φίλος μοι καὶ ἐπιτήδειος ὤν. ὁ ὕστερος: οἰόμαι μὲν ὑμᾶς, ὦ ἄνδρες. Διοπείθους ἔτι περὶ Ἑλλήσποντον τοῦ τῶν Ἀθηναίων στρατηγοῦ διατρίβοντος εἴρηται ὁ λόγος, ὡς ἐξ αὐτοῦ γίνεται φανερόν. ἔστι δὲ ὁ χρόνος κατὰ Πυθόδοτον ἄρχοντα, ὡς δηλοῖ Φιλόχορος σὺν τοῖς ἄλλοις τοῖς ἐπὶ τούτου τοῦ ἄρχοντος οὐδέπω εἰκοστὸν ἔχων ἔτος. πρὸς Μήκυθον μεταλλικός: πριάμενοι μέταλλον, ὦ ἄνδρες. ἐπὶ Νικομάχου ἄρχοντος εἴρηται ὁ λόγος οὗτος. φησὶ γὰρ ὁ λέγων ἐπ Εὐβούλου μὲν μισθώσασθαι τὸ μέταλλον, τρία δὲ ἔτη ἐργασάμενος, ἐκβαλλόμενος ὑπὸ τοῦ πλησίον ἔχοντος μέταλλα, λαχεῖν αὐτῷ τὴν δίκην κατὰ Νικόμαχον ἄρχοντα, Δεινάρχου ἓν καὶ εἰκοστὸν ἔτος ἔχοντος.

Σατύρῳ πρὸς Χαρίδημον ἐπιτροπῆς ἀπολογία: μὴ μεγάλου κινδύνου συμβεβηκότος. καὶ οὗτος ἐπὶ Νικομάχου εἴρηται. ὑπὲρ ἀντιδόσεως πρὸς Μεγακλείδην: εἰ μὲν ἔδει, ὦ ἄνδρες, πρὸς τρεῖς ἢ τέτταρας. ὁ μὲν λέγων ἐστὶν Ἀφαρεύς, ἔξω δ ἐστὶ τῶν Δεινάρχου χρόνων ὁ λόγος. εἴρηται γὰρ ἐπὶ τοῦ στρατηγοῦ Τιμοθέου ζῶντος κατὰ τὸν χρόνον τὸν τῆς μετὰ Μενεσθέως στρατηγίας, ἐφ ᾗ τὰς εὐθύνας ὑποσχὼν ἑάλω.?

상위

De Dinarcho

목록

  • chapter 13
일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION