- 텍스트

Dionysius of Halicarnassus, De Dinarcho, chapter 11 5:

(디오니시오스, De Dinarcho, chapter 11 5:)

διὰ τὸ μὴ ῥᾴδιον εἶναι.? τοῦτον ἐπείσθην ὑπὸ Δημοσθένους γεγράφθαι τὸν λόγον, ὅτι τὰς δωρεὰς ἔγραψεν αὐτῷ Δημοσθένης, ὡς Δείναρχος ἐν τῷ κατὰ Δημοσθένους λόγῳ δεδήλωκε, καὶ ὅτι ἐπὶ τέλει τοῦ λόγου ὁ Δίφιλος Δημοσθένην παρακαλεῖ συνήγορον. ἀπίθανον δὲ οἶμαι εἶναι τὰς μὲν τιμὰς οὕτω γράφειν εὐνοοῦντα τῷ Διφίλῳ τὸν Δημοσθένην, λόγον δὲ παρὰ Δεινάρχου λαβόντα περιιδεῖν. Ἑρμίᾳ ἐμπορίου ἐπιμελητῇ περὶ τῶν κατηγορηθέντων ἀπολογία: δέομαι ὑμῶν, ὦ ἄνδρες. ἀπ αὐτοῦ τοῦ χαρακτῆρος εὑρ´οι τις ἂν οὐκ ὄντα τὸν λόγον Δεινάρχου ὑδαρής τε γὰρ καὶ ἀσθενὴς καὶ ψυχρός ἐστιν, ἀλλὰ μᾶλλον αὐτὸν ἄν τις θείη Δημοκλείδου ἢ Μενεσαίχμου ἢ τῶν ἄλλων τῶν τοιούτων τινός. ἀφαιροῦμαι δὲ καὶ τοὺς ὑπὲρ Μενεσαίχμου λόγους ἀμφότέ ρους αὐτοῦ, ὧν ὃ μέν ἐστιν περὶ τῆς Δήλου θυσίας:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION