- 텍스트

Dionysius of Halicarnassus, De Dinarcho, chapter 11 3:

(디오니시오스, De Dinarcho, chapter 11 3:)

εὔχομαι δὴ τῇ Δήμητρι καὶ τῇ Κόρῃ.? πρεσβύτερός ἐστι τῆς Δεινάρχου ἀκμῆς. εἴρηται γὰρ ἐπὶ Νικομάχου ἄρχοντος, ὡς ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται δῆλον, ἓν πρὸς τοῖς εἴκοσιν ἔτος τοῦ ῥήτορος ἔχοντος. οἱ μὲν οὖν πρεσβύτεροι τῆς ἀκμῆς αὐτοῦ φερόμενοι ψευδεπίγραφοι λόγοι εἰσὶν οἵδε. μετὰ δὲ τὴν ἐξ Ἀθηνῶν εἰς Χαλκίδα ἀναχώρησιν οἵδε: διαδικασία τῆς ἱερείας τῆς Δήμητρος πρὸς τὸν ἱεροφάντην: πολλῶν καὶ παραδόξων, ὦ ἄνδρες δικασταί. οὗτος ὁ λόγος ἤδη πεφευγότος αὐτοῦ εἴρηται, ὡς ἐξ αὐτοῦ γίγνεται φανερόν. μέμνηται γὰρ ἐν αὐτῷ ὁ λέγων τῆς κατασχούσης ὀλιγαρχίας. κατὰ Τιμοκράτους εἰσαγγελτικὸς δήμου καταλύσεως: ἔργα ποιεῖς. οὗτος καὶ ἀπ αὐτῆς τῆς ἐπιγραφῆς ἐστι δῆλος ψευδεπίγραφος ὤν. κατὰ Σπουδίου: καὶ ἐν τῷ δήμῳ κατηγορήσειν ὑπεσχόμην. μετὰ τὴν κατάλυσιν τῆς ὀλιγαρχίας εἴρηται καὶ οὗτος ἤδη Δεινάρχου φεύγοντος, ὡς ἐξ αὐτοῦ μάλιστα τοῦ λόγου γίγνεται φανερόν. διαδικασία Εὑδανέμων πρὸς Κήρυκας ὑπὲρ τοῦ κανῶς:

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION