호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰ μὲν ὁ πατήρ, ὦ ἄνδρες.? οὗτος ὁ ἀγὼν εἴρηται ἐπ ἄρχοντος Εὐβούλου ἢ Λυκίσκου τοῦ μετ Εὔβουλον, οὔπω εἰκοστὸν ἔτος ἔχοντος αὐτοῦ ὁ μὲν γὰρ λόγος περί τινος ἀποψηφισθέντος γέγονεν ἐπ Ἀρχίου τοῦ μετὰ Θεμιστοκλέα. δῆλον δ ἕκαστον τῶν εἰρημένων ἐξ αὐτοῦ τοῦ λόγου γίγνεται. κατὰ Μοσχίωνος, ἀπογραψαμένου αὐτὸν Νικοδίκου: τῶν ἀποψηφισαμένων, ὦ ἄνδρες, τουτουὶ Μοσχίωνος συμβαλών. καὶ οὗτος ὁ λόγος κατὰ τοὺς αὐτοὺς χρόνους τῷ προτέρῳ εἴρηται. δηλοῦται δ ἔκ τε αὐτῆς τῆς ἀρχῆς τοῦ λόγου καὶ τῶν ἑξῆς. κατὰ Μενεκλέους ἀπαγωγῆς:
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기