호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
παυσαμένου δ αὐτοῦ μικρὸν ἐπισχὼν ὁ Φαβρίκιος εἶπε:? περὶ μὲν τῆς ἀρετῆς, ἥτις ἐστὶ περὶ ἡμᾶς ἢ κατὰ τὰς κοινὰς πράξεις ἢ κατὰ τὸν ἴδιον βίον, οὐδὲν ἐμὲ δεῖ ἐπ ἐμαυτοῦ λέγειν, ἐπειδὴ πέπυσαι παρ ἑτέρων: οὐδέ γε περὶ τῆς πενίας, ὅτι μοι γήδιον μικρόν ἐστι κομιδῆ καὶ φαῦλον οἰκίδιον καὶ οὔτ ἀπὸ δανεισμάτων οὔτ ἀπ ἀνδραπόδων ὁ βίος:
ἑτέρων.
περὶ δὲ τοῦ κάκιόν με Ῥωμαίων τινὸς πράττειν δι ἀπορίαν καὶ μηδὲν εἶναί μοι πλέον ἀσκοῦντι καλοκαγαθίαν, ὅτι τῶν πλουσίων οὐκ εἰμί, κακῶς ὑπείληφας, εἴτ ἀκούσας τινὸς εἴτ αὐτὸς εἰκάζων.
ἐμοὶ γὰρ οὐδεμία πώποτε κακοδαιμονίας αἴσθησις παρὰ τὸ μὴ πολλὰ κεκτῆσθαι γέγονεν οὐδ ἔστιν, οὐδ ὠδυράμην τὴν ἐμαυτοῦ τύχην οὔτ ἐν τοῖς κοινοῖς πράγμασιν οὔτ ἐν τοῖς ἰδίοις. τί γὰρ καὶ παθὼν ἐγκαλοίην ἂν αὐτῇ·
πότερον, ὅτι μοι τῶν καλῶν καὶ περιμαχήτων, ἐφ οἷς ἅπασα φύσις ἐσπούδακεν εὐγενής, οὐδενὸς ἐξεγένετο παρὰ τῆς πατρίδος μεταλαβεῖν διὰ πενίαν· ὥσπερ οὐδὲ τῶν ἄλλων οὐδείς.
οὐ γὰρ ἐνοχλεῖ τοῖς ἑκάστου βίοις ἡ πόλις ἡ Ῥωμαίων ὥσπερ τινὲς ἕτεραι, ἐν αἷς ὁ κοινὸς μὲν πλοῦτος ὀλίγος ἐστίν, ὁ δὲ τῶν ἰδιωτῶν πολύς, ἀλλ αὐτὴ παρέχει τοῖς πρὸς τὰ κοινὰ προσιοῦσιν ἅπαντα, ὅσων δέονται, λαμπρὰς καὶ μεγαλοπρεπεῖς ὑποτιθεῖσα χορηγίας:
ὥστε μηδὲν ἀτιμότερον εἶναι τὸν πενέστατον τοῦ πλουσιωτάτου κατὰ τὴν ἐπαξίωσιν τῶν καλῶν, ἀλλὰ πάντας εἶναι Ῥωμαίους, ὅσοι ἂν ὦσι διὰ καλοκαγαθίαν τούτων ἄξιοι τῶν τιμῶν, ἀλλήλοις ἴσους.
ὁπότε δὲ πενόμενος οὐδὲν παρὰ τοῦτ ἔλαττον ἔχω τῶν πολλὰ κεκτημένων, τί παθὼν ἂν κατηγόρησα τῆς τύχης, ὅτι οὐχ ὑμῖν ὅμοιον ἐμὲ ἐποίησε τοῖς βασιλεῦσιν, οἷς ὁ πολὺς θησαυρίζεται χρυσός·
ἅπαν γλυκύ, ὅταν ἡ δίψα πορίσῃ, καὶ ὕπνος μαλθακός, ὅταν ἡγήσηται κόπος, ἐσθής τε ἡ παρέχουσα μὴ ῥιγοῦν αὐταρκεστάτη, καὶ σκεῦος ὅ τι ἂν εὐτελέστατον τῶν δυναμένων τὰς αὐτὰς παρέχειν χρείας οἰκειότατον.
ὥστ οὐδὲ κατὰ τοῦτο δίκαιος εἰήν ἂν τῆς τύχης κατηγορεῖν, ἥ μοι τοσαύτην παρέσχεν οὐσίαν, ὅσην ἡ φύσις ἐβούλετο ἔχειν:
τῶν δ ὑπερβαλλόντων οὔτε πόθον ἐνέφυσεν οὔτ εὐπορίαν ἔδωκεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기