호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μαθὼν δὲ τὴν ἐμὴν προαίρεσιν, Φαβρίκιε, καὶ πᾶσαν ἀποθέμενος αἰδῶ μέτεχε τῶν παρ ἡμῖν ὑπαρχόντων ἀγαθῶν, ὡς ἐμοῦ μέλλοντος εἴσεσθαι καὶ μεγάλην σοι χάριν, καὶ μὰ Δί οὐκ ἐλάττω .? . . καὶ ξένων τοὺς τιμιωτάτους εἶναι νόμιζε. ἐμοὶ δ ἀντὶ τούτων μήτ ἄδικον μήτ αἰσχρὰν πρᾶξιν ὑπηρετήσῃς μηδεμίαν, ἀλλ ἐξ ὧν αὐτὸς κρείττων ἔσῃ καὶ τιμιώτερος ἐν τῇ σεαυτοῦ πατρίδι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기